Add parallel Print Page Options

12 Ἡ οὐαὶ ἡ μία ἀπῆλθεν· ἰδοὺ ἔρχεται ἔτι δύο οὐαὶ μετὰ ταῦτα.

13 Καὶ ὁ ἕκτος ἄγγελος ἐσάλπισεν· καὶ ἤκουσα φωνὴν μίαν ἐκ [a]τῶν κεράτων τοῦ θυσιαστηρίου τοῦ χρυσοῦ τοῦ ἐνώπιον τοῦ θεοῦ, 14 [b]λέγοντα τῷ ἕκτῳ ἀγγέλῳ, ὁ ἔχων τὴν σάλπιγγα· Λῦσον τοὺς τέσσαρας ἀγγέλους τοὺς δεδεμένους ἐπὶ τῷ ποταμῷ τῷ μεγάλῳ Εὐφράτῃ. 15 καὶ ἐλύθησαν οἱ τέσσαρες ἄγγελοι οἱ ἡτοιμασμένοι εἰς τὴν ὥραν [c]καὶ ἡμέραν καὶ μῆνα καὶ ἐνιαυτόν, ἵνα ἀποκτείνωσιν τὸ τρίτον τῶν ἀνθρώπων. 16 καὶ ὁ ἀριθμὸς τῶν στρατευμάτων τοῦ [d]ἱππικοῦ [e]δισμυριάδες μυριάδων· ἤκουσα τὸν ἀριθμὸν αὐτῶν. 17 καὶ οὕτως εἶδον τοὺς ἵππους ἐν τῇ ὁράσει καὶ τοὺς καθημένους ἐπ’ αὐτῶν, ἔχοντας θώρακας πυρίνους καὶ ὑακινθίνους καὶ θειώδεις· καὶ αἱ κεφαλαὶ τῶν ἵππων ὡς κεφαλαὶ λεόντων, καὶ ἐκ τῶν στομάτων αὐτῶν ἐκπορεύεται πῦρ καὶ καπνὸς καὶ θεῖον. 18 ἀπὸ τῶν τριῶν πληγῶν τούτων ἀπεκτάνθησαν τὸ τρίτον τῶν ἀνθρώπων, [f]ἐκ τοῦ πυρὸς καὶ τοῦ καπνοῦ καὶ τοῦ θείου τοῦ ἐκπορευομένου ἐκ τῶν στομάτων αὐτῶν. 19 ἡ γὰρ ἐξουσία τῶν ἵππων ἐν τῷ στόματι αὐτῶν ἐστιν καὶ ἐν ταῖς οὐραῖς αὐτῶν· αἱ γὰρ οὐραὶ αὐτῶν ὅμοιαι [g]ὄφεσιν, ἔχουσαι κεφαλάς, καὶ ἐν αὐταῖς ἀδικοῦσιν.

20 Καὶ οἱ λοιποὶ τῶν ἀνθρώπων, οἳ οὐκ ἀπεκτάνθησαν ἐν ταῖς πληγαῖς ταύταις, [h]οὐδὲ μετενόησαν ἐκ τῶν ἔργων τῶν χειρῶν αὐτῶν, ἵνα μὴ [i]προσκυνήσουσιν τὰ δαιμόνια καὶ τὰ εἴδωλα τὰ χρυσᾶ καὶ τὰ ἀργυρᾶ καὶ τὰ χαλκᾶ καὶ τὰ λίθινα καὶ τὰ ξύλινα, ἃ οὔτε βλέπειν [j]δύνανται οὔτε ἀκούειν οὔτε περιπατεῖν, 21 καὶ οὐ μετενόησαν ἐκ τῶν φόνων αὐτῶν οὔτε ἐκ τῶν [k]φαρμάκων αὐτῶν οὔτε ἐκ τῆς πορνείας αὐτῶν οὔτε ἐκ τῶν κλεμμάτων αὐτῶν.

10 Καὶ εἶδον [l]ἄλλον ἄγγελον ἰσχυρὸν καταβαίνοντα ἐκ τοῦ οὐρανοῦ, περιβεβλημένον νεφέλην, καὶ ἡ ἶρις ἐπὶ [m]τὴν κεφαλὴν αὐτοῦ, καὶ τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος, καὶ οἱ πόδες αὐτοῦ ὡς στῦλοι πυρός, καὶ ἔχων ἐν τῇ χειρὶ αὐτοῦ [n]βιβλαρίδιον ἠνεῳγμένον. καὶ ἔθηκεν τὸν πόδα αὐτοῦ τὸν δεξιὸν ἐπὶ τῆς θαλάσσης, τὸν δὲ εὐώνυμον ἐπὶ τῆς γῆς, καὶ ἔκραξεν φωνῇ μεγάλῃ ὥσπερ λέων μυκᾶται. καὶ ὅτε ἔκραξεν, ἐλάλησαν αἱ ἑπτὰ βρονταὶ τὰς ἑαυτῶν φωνάς. καὶ ὅτε ἐλάλησαν αἱ ἑπτὰ βρονταί, ἤμελλον γράφειν· καὶ ἤκουσα φωνὴν ἐκ τοῦ οὐρανοῦ λέγουσαν· Σφράγισον ἃ ἐλάλησαν αἱ ἑπτὰ βρονταί, καὶ μὴ αὐτὰ γράψῃς. καὶ ὁ ἄγγελος, ὃν εἶδον ἑστῶτα ἐπὶ τῆς θαλάσσης καὶ ἐπὶ τῆς γῆς, ἦρεν τὴν χεῖρα αὐτοῦ τὴν δεξιὰν εἰς τὸν οὐρανόν, καὶ [o]ὤμοσεν τῷ ζῶντι εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ὃς ἔκτισεν τὸν οὐρανὸν καὶ τὰ ἐν αὐτῷ καὶ τὴν γῆν καὶ τὰ ἐν αὐτῇ καὶ τὴν θάλασσαν καὶ τὰ ἐν αὐτῇ, ὅτι χρόνος οὐκέτι ἔσται· ἀλλ’ ἐν ταῖς ἡμέραις τῆς φωνῆς τοῦ ἑβδόμου ἀγγέλου, ὅταν μέλλῃ σαλπίζειν, καὶ ἐτελέσθη τὸ μυστήριον τοῦ θεοῦ, ὡς εὐηγγέλισεν τοὺς [p]ἑαυτοῦ δούλους τοὺς προφήτας.

Καὶ ἡ φωνὴ ἣν ἤκουσα ἐκ τοῦ οὐρανοῦ, πάλιν [q]λαλοῦσαν μετ’ ἐμοῦ καὶ [r]λέγουσαν· Ὕπαγε λάβε τὸ [s]βιβλίον τὸ ἠνεῳγμένον ἐν τῇ χειρὶ τοῦ ἀγγέλου τοῦ ἑστῶτος ἐπὶ τῆς θαλάσσης καὶ ἐπὶ τῆς γῆς. καὶ [t]ἀπῆλθα πρὸς τὸν ἄγγελον λέγων αὐτῷ δοῦναί μοι τὸ [u]βιβλαρίδιον. καὶ λέγει μοι· Λάβε καὶ κατάφαγε αὐτό, καὶ πικρανεῖ σου τὴν κοιλίαν, ἀλλ’ ἐν τῷ στόματί σου ἔσται γλυκὺ ὡς μέλι. 10 καὶ ἔλαβον τὸ [v]βιβλαρίδιον ἐκ τῆς χειρὸς τοῦ ἀγγέλου καὶ κατέφαγον αὐτό, καὶ ἦν ἐν τῷ στόματί μου ὡς μέλι γλυκύ· καὶ ὅτε ἔφαγον αὐτό, ἐπικράνθη ἡ κοιλία μου.

11 Καὶ λέγουσίν μοι· Δεῖ σε πάλιν προφητεῦσαι ἐπὶ λαοῖς [w]καὶ ἔθνεσιν καὶ γλώσσαις καὶ βασιλεῦσιν πολλοῖς.

11 Καὶ ἐδόθη μοι κάλαμος ὅμοιος ῥάβδῳ, λέγων· [x]Ἔγειρε καὶ μέτρησον τὸν ναὸν τοῦ θεοῦ καὶ τὸ θυσιαστήριον καὶ τοὺς προσκυνοῦντας ἐν αὐτῷ. καὶ τὴν αὐλὴν τὴν ἔξωθεν τοῦ ναοῦ ἔκβαλε [y]ἔξωθεν, καὶ μὴ αὐτὴν μετρήσῃς, ὅτι ἐδόθη τοῖς ἔθνεσιν, καὶ τὴν πόλιν τὴν ἁγίαν πατήσουσιν μῆνας [z]τεσσεράκοντα δύο. καὶ δώσω τοῖς δυσὶν μάρτυσίν μου, καὶ προφητεύσουσιν ἡμέρας χιλίας διακοσίας ἑξήκοντα, [aa]περιβεβλημένοι σάκκους.

Οὗτοί εἰσιν αἱ δύο ἐλαῖαι καὶ αἱ δύο λυχνίαι αἱ ἐνώπιον τοῦ κυρίου τῆς γῆς [ab]ἑστῶτες. καὶ εἴ τις αὐτοὺς θέλει ἀδικῆσαι, πῦρ ἐκπορεύεται ἐκ τοῦ στόματος αὐτῶν καὶ κατεσθίει τοὺς ἐχθροὺς αὐτῶν· καὶ εἴ τις [ac]θελήσῃ αὐτοὺς ἀδικῆσαι, οὕτως δεῖ αὐτὸν ἀποκτανθῆναι. οὗτοι ἔχουσιν [ad]τὴν ἐξουσίαν κλεῖσαι τὸν οὐρανόν, ἵνα μὴ ὑετὸς βρέχῃ τὰς ἡμέρας τῆς προφητείας αὐτῶν, καὶ ἐξουσίαν ἔχουσιν ἐπὶ τῶν ὑδάτων στρέφειν αὐτὰ εἰς αἷμα καὶ πατάξαι τὴν γῆν [ae]ἐν πάσῃ πληγῇ ὁσάκις ἐὰν θελήσωσιν.

Καὶ ὅταν τελέσωσιν τὴν μαρτυρίαν αὐτῶν, τὸ θηρίον τὸ ἀναβαῖνον ἐκ τῆς ἀβύσσου ποιήσει μετ’ αὐτῶν πόλεμον καὶ νικήσει αὐτοὺς καὶ ἀποκτενεῖ αὐτούς. καὶ τὸ πτῶμα αὐτῶν ἐπὶ τῆς πλατείας τῆς πόλεως τῆς μεγάλης, ἥτις καλεῖται πνευματικῶς Σόδομα καὶ Αἴγυπτος, ὅπου καὶ ὁ κύριος αὐτῶν ἐσταυρώθη. καὶ βλέπουσιν ἐκ τῶν λαῶν καὶ φυλῶν καὶ γλωσσῶν καὶ ἐθνῶν τὸ πτῶμα αὐτῶν ἡμέρας τρεῖς [af]καὶ ἥμισυ, καὶ τὰ πτώματα αὐτῶν οὐκ [ag]ἀφίουσιν τεθῆναι εἰς μνῆμα. 10 καὶ οἱ κατοικοῦντες ἐπὶ τῆς γῆς χαίρουσιν ἐπ’ αὐτοῖς καὶ [ah]εὐφραίνονται, καὶ δῶρα [ai]πέμψουσιν ἀλλήλοις, ὅτι οὗτοι οἱ δύο προφῆται ἐβασάνισαν τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς.

11 Καὶ μετὰ τὰς τρεῖς ἡμέρας καὶ ἥμισυ πνεῦμα ζωῆς ἐκ τοῦ θεοῦ εἰσῆλθεν [aj]ἐν αὐτοῖς, καὶ ἔστησαν ἐπὶ τοὺς πόδας αὐτῶν, καὶ φόβος μέγας [ak]ἐπέπεσεν ἐπὶ τοὺς θεωροῦντας αὐτούς· 12 καὶ [al]ἤκουσαν [am]φωνῆς μεγάλης ἐκ τοῦ οὐρανοῦ [an]λεγούσης αὐτοῖς· [ao]Ἀνάβατε ὧδε, καὶ ἀνέβησαν εἰς τὸν οὐρανὸν ἐν τῇ νεφέλῃ, καὶ ἐθεώρησαν αὐτοὺς οἱ ἐχθροὶ αὐτῶν. 13 καὶ ἐν ἐκείνῃ τῇ [ap]ὥρᾳ ἐγένετο σεισμὸς μέγας, καὶ τὸ δέκατον τῆς πόλεως ἔπεσεν, καὶ ἀπεκτάνθησαν ἐν τῷ σεισμῷ ὀνόματα ἀνθρώπων χιλιάδες ἑπτά, καὶ οἱ λοιποὶ ἔμφοβοι ἐγένοντο καὶ ἔδωκαν δόξαν τῷ θεῷ τοῦ οὐρανοῦ.

14 Ἡ οὐαὶ ἡ δευτέρα ἀπῆλθεν· [aq]ἰδοὺ ἡ οὐαὶ ἡ τρίτη ἔρχεται ταχύ.

15 Καὶ ὁ ἕβδομος ἄγγελος ἐσάλπισεν· καὶ ἐγένοντο φωναὶ μεγάλαι ἐν τῷ οὐρανῷ [ar]λέγοντες· Ἐγένετο ἡ βασιλεία τοῦ κόσμου τοῦ κυρίου ἡμῶν καὶ τοῦ χριστοῦ αὐτοῦ, καὶ βασιλεύσει εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

16 Καὶ οἱ εἴκοσι τέσσαρες πρεσβύτεροι οἱ ἐνώπιον τοῦ [as]θεοῦ καθήμενοι ἐπὶ τοὺς θρόνους αὐτῶν ἔπεσαν ἐπὶ τὰ πρόσωπα αὐτῶν καὶ προσεκύνησαν τῷ θεῷ, 17 λέγοντες· Εὐχαριστοῦμέν σοι, κύριε, ὁ θεός, ὁ παντοκράτωρ, ὁ ὢν καὶ ὁ ἦν, ὅτι εἴληφας τὴν δύναμίν σου τὴν μεγάλην καὶ ἐβασίλευσας. 18 καὶ τὰ ἔθνη ὠργίσθησαν, καὶ ἦλθεν ἡ ὀργή σου καὶ ὁ καιρὸς τῶν νεκρῶν κριθῆναι καὶ δοῦναι τὸν μισθὸν τοῖς δούλοις σου τοῖς προφήταις καὶ τοῖς ἁγίοις καὶ τοῖς φοβουμένοις τὸ ὄνομά σου, [at]τοὺς μικροὺς καὶ τοὺς μεγάλους, καὶ διαφθεῖραι τοὺς διαφθείροντας τὴν γῆν.

19 Καὶ ἠνοίγη ὁ ναὸς τοῦ θεοῦ [au]ὁ ἐν τῷ οὐρανῷ, καὶ ὤφθη ἡ κιβωτὸς τῆς διαθήκης [av]αὐτοῦ ἐν τῷ ναῷ αὐτοῦ· καὶ ἐγένοντο ἀστραπαὶ καὶ φωναὶ καὶ βρονταὶ [aw]καὶ σεισμὸς καὶ χάλαζα μεγάλη.

12 Καὶ σημεῖον μέγα ὤφθη ἐν τῷ οὐρανῷ, γυνὴ περιβεβλημένη τὸν ἥλιον, καὶ ἡ σελήνη ὑποκάτω τῶν ποδῶν αὐτῆς, καὶ ἐπὶ τῆς κεφαλῆς αὐτῆς στέφανος ἀστέρων δώδεκα, καὶ ἐν γαστρὶ ἔχουσα· [ax]καὶ κράζει ὠδίνουσα καὶ βασανιζομένη τεκεῖν. καὶ ὤφθη ἄλλο σημεῖον ἐν τῷ οὐρανῷ, καὶ ἰδοὺ δράκων [ay]μέγας πυρρός, ἔχων κεφαλὰς ἑπτὰ καὶ κέρατα δέκα καὶ ἐπὶ τὰς κεφαλὰς αὐτοῦ ἑπτὰ διαδήματα, καὶ ἡ οὐρὰ αὐτοῦ σύρει τὸ τρίτον τῶν ἀστέρων τοῦ οὐρανοῦ, καὶ ἔβαλεν αὐτοὺς εἰς τὴν γῆν. καὶ ὁ δράκων ἕστηκεν ἐνώπιον τῆς γυναικὸς τῆς μελλούσης τεκεῖν, ἵνα ὅταν τέκῃ τὸ τέκνον αὐτῆς καταφάγῃ. καὶ ἔτεκεν υἱόν, [az]ἄρσεν, ὃς μέλλει ποιμαίνειν πάντα τὰ ἔθνη ἐν ῥάβδῳ σιδηρᾷ· καὶ ἡρπάσθη τὸ τέκνον αὐτῆς πρὸς τὸν θεὸν καὶ πρὸς τὸν θρόνον αὐτοῦ. καὶ ἡ γυνὴ ἔφυγεν εἰς τὴν ἔρημον, ὅπου ἔχει ἐκεῖ τόπον ἡτοιμασμένον [ba]ἀπὸ τοῦ θεοῦ, ἵνα ἐκεῖ [bb]τρέφωσιν αὐτὴν ἡμέρας χιλίας διακοσίας ἑξήκοντα.

Καὶ ἐγένετο πόλεμος ἐν τῷ οὐρανῷ, ὁ Μιχαὴλ καὶ οἱ ἄγγελοι αὐτοῦ [bc]τοῦ πολεμῆσαι μετὰ τοῦ δράκοντος. καὶ ὁ δράκων ἐπολέμησεν καὶ οἱ ἄγγελοι αὐτοῦ, καὶ οὐκ [bd]ἴσχυσεν, οὐδὲ τόπος εὑρέθη [be]αὐτῶν ἔτι ἐν τῷ οὐρανῷ. καὶ ἐβλήθη ὁ δράκων ὁ μέγας, ὁ ὄφις ὁ ἀρχαῖος, ὁ καλούμενος Διάβολος καὶ [bf]ὁ Σατανᾶς, ὁ πλανῶν τὴν οἰκουμένην ὅλην— ἐβλήθη εἰς τὴν γῆν, καὶ οἱ ἄγγελοι αὐτοῦ μετ’ αὐτοῦ ἐβλήθησαν.

10 Καὶ ἤκουσα φωνὴν μεγάλην ἐν τῷ οὐρανῷ λέγουσαν· Ἄρτι ἐγένετο ἡ σωτηρία καὶ ἡ δύναμις καὶ ἡ βασιλεία τοῦ θεοῦ ἡμῶν καὶ ἡ ἐξουσία τοῦ χριστοῦ αὐτοῦ, ὅτι ἐβλήθη ὁ [bg]κατήγωρ τῶν ἀδελφῶν ἡμῶν, ὁ κατηγορῶν [bh]αὐτοὺς ἐνώπιον τοῦ θεοῦ ἡμῶν ἡμέρας καὶ νυκτός. 11 καὶ αὐτοὶ ἐνίκησαν αὐτὸν διὰ τὸ αἷμα τοῦ ἀρνίου καὶ διὰ τὸν λόγον τῆς μαρτυρίας αὐτῶν, καὶ οὐκ ἠγάπησαν τὴν ψυχὴν αὐτῶν ἄχρι θανάτου· 12 διὰ τοῦτο εὐφραίνεσθε, [bi]οἱ οὐρανοὶ καὶ οἱ ἐν αὐτοῖς σκηνοῦντες. οὐαὶ [bj]τὴν γῆν καὶ τὴν θάλασσαν, ὅτι κατέβη ὁ διάβολος πρὸς ὑμᾶς, ἔχων θυμὸν μέγαν, εἰδὼς ὅτι ὀλίγον καιρὸν ἔχει.

13 Καὶ ὅτε εἶδεν ὁ δράκων ὅτι ἐβλήθη εἰς τὴν γῆν, ἐδίωξεν τὴν γυναῖκα ἥτις ἔτεκεν τὸν ἄρσενα. 14 καὶ ἐδόθησαν τῇ γυναικὶ [bk]αἱ δύο πτέρυγες τοῦ ἀετοῦ τοῦ μεγάλου, ἵνα πέτηται εἰς τὴν ἔρημον εἰς τὸν τόπον αὐτῆς, [bl]ὅπου τρέφεται ἐκεῖ καιρὸν καὶ καιροὺς καὶ ἥμισυ καιροῦ ἀπὸ προσώπου τοῦ ὄφεως. 15 καὶ ἔβαλεν ὁ ὄφις ἐκ τοῦ στόματος αὐτοῦ ὀπίσω τῆς γυναικὸς ὕδωρ ὡς ποταμόν, ἵνα αὐτὴν ποταμοφόρητον ποιήσῃ. 16 καὶ ἐβοήθησεν ἡ γῆ τῇ γυναικί, καὶ ἤνοιξεν ἡ γῆ τὸ στόμα αὐτῆς καὶ κατέπιεν τὸν ποταμὸν ὃν ἔβαλεν ὁ δράκων ἐκ τοῦ στόματος αὐτοῦ· 17 καὶ ὠργίσθη ὁ δράκων ἐπὶ τῇ γυναικί, καὶ ἀπῆλθεν ποιῆσαι πόλεμον μετὰ τῶν λοιπῶν τοῦ σπέρματος αὐτῆς, τῶν τηρούντων τὰς ἐντολὰς τοῦ θεοῦ καὶ ἐχόντων τὴν μαρτυρίαν Ἰησοῦ· 18 καὶ [bm]ἐστάθη ἐπὶ τὴν ἄμμον τῆς θαλάσσης.

13 Καὶ εἶδον ἐκ τῆς θαλάσσης θηρίον ἀναβαῖνον, ἔχον κέρατα δέκα καὶ κεφαλὰς ἑπτά, καὶ ἐπὶ τῶν κεράτων αὐτοῦ δέκα διαδήματα, καὶ ἐπὶ τὰς κεφαλὰς αὐτοῦ [bn]ὀνόματα βλασφημίας. καὶ τὸ θηρίον ὃ εἶδον ἦν ὅμοιον παρδάλει, καὶ οἱ πόδες αὐτοῦ ὡς ἄρκου, καὶ τὸ στόμα αὐτοῦ ὡς στόμα λέοντος. καὶ ἔδωκεν αὐτῷ ὁ δράκων τὴν δύναμιν αὐτοῦ καὶ τὸν θρόνον αὐτοῦ καὶ ἐξουσίαν μεγάλην. καὶ μίαν ἐκ τῶν κεφαλῶν αὐτοῦ [bo]ὡς ἐσφαγμένην εἰς θάνατον, καὶ ἡ πληγὴ τοῦ θανάτου αὐτοῦ ἐθεραπεύθη. καὶ [bp]ἐθαυμάσθη [bq]ὅλη ἡ γῆ ὀπίσω τοῦ θηρίου, καὶ προσεκύνησαν τῷ δράκοντι [br]ὅτι ἔδωκεν τὴν ἐξουσίαν τῷ θηρίῳ, καὶ προσεκύνησαν τῷ θηρίῳ λέγοντες· Τίς ὅμοιος τῷ θηρίῳ, καὶ τίς [bs]δύναται πολεμῆσαι μετ’ αὐτοῦ;

Καὶ ἐδόθη αὐτῷ στόμα λαλοῦν μεγάλα καὶ [bt]βλασφημίας, καὶ ἐδόθη αὐτῷ [bu]ἐξουσία ποιῆσαι μῆνας [bv]τεσσεράκοντα δύο. καὶ ἤνοιξε τὸ στόμα αὐτοῦ εἰς [bw]βλασφημίας πρὸς τὸν θεόν, βλασφημῆσαι τὸ ὄνομα αὐτοῦ καὶ τὴν σκηνὴν αὐτοῦ, τοὺς ἐν τῷ οὐρανῷ σκηνοῦντας. καὶ ἐδόθη αὐτῷ ποιῆσαι πόλεμον μετὰ τῶν ἁγίων καὶ νικῆσαι αὐτούς, καὶ ἐδόθη αὐτῷ ἐξουσία ἐπὶ πᾶσαν φυλὴν καὶ λαὸν καὶ γλῶσσαν καὶ ἔθνος. καὶ προσκυνήσουσιν [bx]αὐτὸν πάντες οἱ κατοικοῦντες ἐπὶ τῆς γῆς, [by]οὗ οὐ γέγραπται τὸ ὄνομα [bz]αὐτοῦ ἐν τῷ βιβλίῳ τῆς ζωῆς τοῦ ἀρνίου τοῦ ἐσφαγμένου ἀπὸ καταβολῆς κόσμου.

Εἴ τις ἔχει οὖς ἀκουσάτω. 10 εἴ τις [ca]εἰς αἰχμαλωσίαν, εἰς αἰχμαλωσίαν ὑπάγει· εἴ τις ἐν μαχαίρῃ [cb]ἀποκτανθῆναι αὐτὸν ἐν μαχαίρῃ ἀποκτανθῆναι. ὧδέ ἐστιν ἡ ὑπομονὴ καὶ ἡ πίστις τῶν ἁγίων.

11 Καὶ εἶδον ἄλλο θηρίον ἀναβαῖνον ἐκ τῆς γῆς, καὶ εἶχεν κέρατα δύο ὅμοια ἀρνίῳ, καὶ ἐλάλει ὡς δράκων. 12 καὶ τὴν ἐξουσίαν τοῦ πρώτου θηρίου πᾶσαν ποιεῖ ἐνώπιον αὐτοῦ. καὶ [cc]ποιεῖ τὴν γῆν καὶ τοὺς ἐν αὐτῇ κατοικοῦντας ἵνα [cd]προσκυνήσουσιν τὸ θηρίον τὸ πρῶτον, οὗ ἐθεραπεύθη ἡ πληγὴ τοῦ θανάτου αὐτοῦ. 13 καὶ ποιεῖ σημεῖα μεγάλα, [ce]ἵνα καὶ πῦρ ποιῇ ἐκ τοῦ οὐρανοῦ [cf]καταβαίνειν εἰς τὴν γῆν ἐνώπιον τῶν ἀνθρώπων. 14 καὶ πλανᾷ [cg]τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς διὰ τὰ σημεῖα ἃ ἐδόθη αὐτῷ ποιῆσαι ἐνώπιον τοῦ θηρίου, λέγων τοῖς κατοικοῦσιν ἐπὶ τῆς γῆς ποιῆσαι εἰκόνα τῷ θηρίῳ, [ch]ὃς ἔχει τὴν πληγὴν [ci]τῆς μαχαίρης καὶ ἔζησεν. 15 καὶ ἐδόθη [cj]αὐτῷ [ck]δοῦναι πνεῦμα τῇ εἰκόνι τοῦ θηρίου, ἵνα καὶ λαλήσῃ ἡ εἰκὼν τοῦ θηρίου καὶ ποιήσῃ [cl]ἵνα ὅσοι ἐὰν μὴ προσκυνήσωσιν τῇ εἰκόνι τοῦ θηρίου ἀποκτανθῶσιν. 16 καὶ ποιεῖ πάντας, τοὺς μικροὺς καὶ τοὺς μεγάλους, καὶ τοὺς πλουσίους καὶ τοὺς πτωχούς, καὶ τοὺς ἐλευθέρους καὶ τοὺς δούλους, ἵνα [cm]δῶσιν αὐτοῖς [cn]χάραγμα ἐπὶ τῆς χειρὸς αὐτῶν τῆς δεξιᾶς ἢ ἐπὶ τὸ μέτωπον αὐτῶν, 17 καὶ ἵνα μή τις [co]δύνηται ἀγοράσαι ἢ πωλῆσαι εἰ μὴ ὁ ἔχων τὸ χάραγμα, τὸ ὄνομα τοῦ θηρίου ἢ τὸν ἀριθμὸν τοῦ ὀνόματος αὐτοῦ. 18 ὧδε ἡ σοφία ἐστίν· ὁ ἔχων νοῦν ψηφισάτω τὸν ἀριθμὸν τοῦ θηρίου, ἀριθμὸς γὰρ ἀνθρώπου ἐστίν· καὶ ὁ ἀριθμὸς [cp]αὐτοῦ [cq]ἑξακόσιοι ἑξήκοντα ἕξ.

14 Καὶ εἶδον, καὶ ἰδοὺ τὸ ἀρνίον [cr]ἑστὸς ἐπὶ τὸ ὄρος Σιών, καὶ μετ’ [cs]αὐτοῦ ἑκατὸν τεσσεράκοντα τέσσαρες χιλιάδες ἔχουσαι τὸ ὄνομα αὐτοῦ καὶ τὸ ὄνομα τοῦ πατρὸς αὐτοῦ γεγραμμένον ἐπὶ τῶν μετώπων αὐτῶν. καὶ ἤκουσα φωνὴν ἐκ τοῦ οὐρανοῦ ὡς φωνὴν ὑδάτων πολλῶν καὶ ὡς φωνὴν βροντῆς μεγάλης, καὶ ἡ φωνὴ ἣν ἤκουσα ὡς κιθαρῳδῶν κιθαριζόντων ἐν ταῖς κιθάραις αὐτῶν. καὶ ᾄδουσιν [ct]ὡς ᾠδὴν καινὴν ἐνώπιον τοῦ θρόνου καὶ ἐνώπιον τῶν τεσσάρων ζῴων καὶ τῶν πρεσβυτέρων· καὶ οὐδεὶς ἐδύνατο μαθεῖν τὴν ᾠδὴν εἰ μὴ αἱ ἑκατὸν τεσσεράκοντα τέσσαρες χιλιάδες, οἱ ἠγορασμένοι ἀπὸ τῆς γῆς. οὗτοί εἰσιν οἳ μετὰ γυναικῶν οὐκ ἐμολύνθησαν, παρθένοι γάρ εἰσιν· [cu]οὗτοι οἱ ἀκολουθοῦντες τῷ ἀρνίῳ ὅπου ἂν [cv]ὑπάγῃ· [cw]οὗτοι ἠγοράσθησαν ἀπὸ τῶν ἀνθρώπων ἀπαρχὴ τῷ θεῷ καὶ τῷ ἀρνίῳ, καὶ [cx]ἐν τῷ στόματι αὐτῶν οὐχ εὑρέθη ψεῦδος· [cy]ἄμωμοί εἰσιν.

Καὶ εἶδον [cz]ἄλλον ἄγγελον πετόμενον ἐν μεσουρανήματι, ἔχοντα εὐαγγέλιον αἰώνιον εὐαγγελίσαι [da]ἐπὶ τοὺς καθημένους ἐπὶ τῆς γῆς καὶ ἐπὶ πᾶν ἔθνος καὶ φυλὴν καὶ γλῶσσαν καὶ λαόν, λέγων ἐν φωνῇ μεγάλῃ· Φοβήθητε τὸν [db]θεὸν καὶ δότε αὐτῷ δόξαν, ὅτι ἦλθεν ἡ ὥρα τῆς κρίσεως αὐτοῦ, καὶ προσκυνήσατε [dc]τῷ ποιήσαντι τὸν οὐρανὸν καὶ τὴν γῆν [dd]καὶ θάλασσαν καὶ πηγὰς ὑδάτων.

Καὶ ἄλλος [de]δεύτερος ἄγγελος ἠκολούθησεν λέγων· Ἔπεσεν, [df]ἔπεσεν Βαβυλὼν ἡ μεγάλη, [dg]ἣ ἐκ τοῦ οἴνου τοῦ θυμοῦ τῆς πορνείας αὐτῆς πεπότικεν πάντα τὰ ἔθνη.

Καὶ ἄλλος ἄγγελος τρίτος ἠκολούθησεν αὐτοῖς λέγων ἐν φωνῇ μεγάλῃ· Εἴ τις προσκυνεῖ τὸ θηρίον καὶ τὴν εἰκόνα αὐτοῦ, καὶ λαμβάνει χάραγμα ἐπὶ τοῦ μετώπου αὐτοῦ ἢ ἐπὶ τὴν χεῖρα αὐτοῦ, 10 καὶ αὐτὸς πίεται ἐκ τοῦ οἴνου τοῦ θυμοῦ τοῦ θεοῦ τοῦ κεκερασμένου ἀκράτου ἐν τῷ ποτηρίῳ τῆς ὀργῆς αὐτοῦ, καὶ βασανισθήσεται ἐν πυρὶ καὶ θείῳ ἐνώπιον [dh]ἀγγέλων ἁγίων καὶ ἐνώπιον τοῦ ἀρνίου. 11 καὶ ὁ καπνὸς τοῦ βασανισμοῦ αὐτῶν εἰς αἰῶνας αἰώνων ἀναβαίνει, καὶ οὐκ ἔχουσιν ἀνάπαυσιν ἡμέρας καὶ νυκτός, οἱ προσκυνοῦντες τὸ θηρίον καὶ τὴν εἰκόνα αὐτοῦ, καὶ εἴ τις λαμβάνει τὸ χάραγμα τοῦ ὀνόματος αὐτοῦ.

12 Ὧδε ἡ ὑπομονὴ τῶν ἁγίων ἐστίν, οἱ τηροῦντες τὰς ἐντολὰς τοῦ θεοῦ καὶ τὴν πίστιν Ἰησοῦ.

13 Καὶ ἤκουσα φωνῆς ἐκ τοῦ οὐρανοῦ λεγούσης· Γράψον· Μακάριοι οἱ νεκροὶ οἱ ἐν κυρίῳ ἀποθνῄσκοντες ἀπ’ ἄρτι. [di]ναί, λέγει τὸ πνεῦμα, ἵνα [dj]ἀναπαήσονται ἐκ τῶν κόπων αὐτῶν, τὰ [dk]γὰρ ἔργα αὐτῶν ἀκολουθεῖ μετ’ αὐτῶν.

14 Καὶ εἶδον, καὶ ἰδοὺ νεφέλη λευκή, καὶ ἐπὶ τὴν νεφέλην καθήμενον ὅμοιον [dl]υἱὸν ἀνθρώπου, ἔχων ἐπὶ τῆς κεφαλῆς αὐτοῦ στέφανον χρυσοῦν καὶ ἐν τῇ χειρὶ αὐτοῦ δρέπανον ὀξύ. 15 καὶ ἄλλος ἄγγελος ἐξῆλθεν ἐκ τοῦ ναοῦ κράζων ἐν φωνῇ μεγάλῃ τῷ καθημένῳ ἐπὶ τῆς νεφέλης· Πέμψον τὸ δρέπανόν σου καὶ θέρισον, ὅτι ἦλθεν ἡ ὥρα θερίσαι, ὅτι ἐξηράνθη ὁ θερισμὸς τῆς γῆς. 16 καὶ ἔβαλεν ὁ καθήμενος ἐπὶ [dm]τῆς νεφέλης τὸ δρέπανον αὐτοῦ ἐπὶ τὴν γῆν, καὶ ἐθερίσθη ἡ γῆ.

17 Καὶ ἄλλος ἄγγελος ἐξῆλθεν ἐκ τοῦ ναοῦ τοῦ ἐν τῷ οὐρανῷ, ἔχων καὶ αὐτὸς δρέπανον ὀξύ. 18 καὶ ἄλλος [dn]ἄγγελος ἐκ τοῦ θυσιαστηρίου, [do]ὁ ἔχων ἐξουσίαν ἐπὶ τοῦ πυρός, καὶ ἐφώνησεν [dp]φωνῇ μεγάλῃ τῷ ἔχοντι τὸ δρέπανον τὸ ὀξὺ λέγων· Πέμψον σου τὸ δρέπανον τὸ ὀξὺ καὶ τρύγησον τοὺς βότρυας τῆς ἀμπέλου τῆς γῆς, ὅτι ἤκμασαν αἱ σταφυλαὶ αὐτῆς. 19 καὶ ἔβαλεν ὁ ἄγγελος τὸ δρέπανον αὐτοῦ εἰς τὴν γῆν, καὶ ἐτρύγησεν τὴν ἄμπελον τῆς γῆς, καὶ ἔβαλεν εἰς τὴν ληνὸν τοῦ θυμοῦ τοῦ θεοῦ τὸν μέγαν. 20 καὶ ἐπατήθη ἡ ληνὸς ἔξωθεν τῆς πόλεως, καὶ ἐξῆλθεν αἷμα ἐκ τῆς ληνοῦ ἄχρι τῶν χαλινῶν τῶν ἵππων ἀπὸ σταδίων χιλίων ἑξακοσίων.

15 Καὶ εἶδον ἄλλο σημεῖον ἐν τῷ οὐρανῷ μέγα καὶ θαυμαστόν, ἀγγέλους ἑπτὰ ἔχοντας πληγὰς ἑπτὰ τὰς ἐσχάτας, ὅτι ἐν αὐταῖς ἐτελέσθη ὁ θυμὸς τοῦ θεοῦ.

Καὶ εἶδον ὡς θάλασσαν ὑαλίνην μεμιγμένην πυρί, καὶ τοὺς νικῶντας ἐκ τοῦ θηρίου καὶ ἐκ τῆς εἰκόνος αὐτοῦ καὶ ἐκ τοῦ ἀριθμοῦ τοῦ ὀνόματος αὐτοῦ ἑστῶτας ἐπὶ τὴν θάλασσαν τὴν ὑαλίνην, ἔχοντας κιθάρας τοῦ θεοῦ. καὶ ᾄδουσιν τὴν ᾠδὴν Μωϋσέως τοῦ δούλου τοῦ θεοῦ καὶ τὴν ᾠδὴν τοῦ ἀρνίου λέγοντες· Μεγάλα καὶ θαυμαστὰ τὰ ἔργα σου, κύριε, ὁ θεός, ὁ παντοκράτωρ· δίκαιαι καὶ ἀληθιναὶ αἱ ὁδοί σου, ὁ βασιλεὺς τῶν [dq]αἰώνων· τίς οὐ μὴ [dr]φοβηθῇ, κύριε, καὶ [ds]δοξάσει τὸ ὄνομά σου, ὅτι μόνος [dt]ὅσιος; ὅτι πάντα τὰ ἔθνη ἥξουσιν καὶ προσκυνήσουσιν ἐνώπιόν σου, ὅτι τὰ δικαιώματά σου ἐφανερώθησαν.

Καὶ μετὰ ταῦτα εἶδον, καὶ ἠνοίγη ὁ ναὸς τῆς σκηνῆς τοῦ μαρτυρίου ἐν τῷ οὐρανῷ, καὶ ἐξῆλθον οἱ ἑπτὰ ἄγγελοι οἱ ἔχοντες τὰς ἑπτὰ πληγὰς ἐκ τοῦ ναοῦ, [du]ἐνδεδυμένοι [dv]λίνον καθαρὸν λαμπρὸν καὶ περιεζωσμένοι περὶ τὰ στήθη ζώνας χρυσᾶς. καὶ ἓν ἐκ τῶν τεσσάρων ζῴων ἔδωκεν τοῖς ἑπτὰ ἀγγέλοις ἑπτὰ φιάλας χρυσᾶς γεμούσας τοῦ θυμοῦ τοῦ θεοῦ τοῦ ζῶντος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. καὶ ἐγεμίσθη ὁ ναὸς καπνοῦ ἐκ τῆς δόξης τοῦ θεοῦ καὶ ἐκ τῆς δυνάμεως αὐτοῦ, καὶ οὐδεὶς ἐδύνατο εἰσελθεῖν εἰς τὸν ναὸν ἄχρι τελεσθῶσιν αἱ ἑπτὰ πληγαὶ τῶν ἑπτὰ ἀγγέλων.

16 Καὶ ἤκουσα [dw]μεγάλης φωνῆς ἐκ τοῦ ναοῦ λεγούσης τοῖς ἑπτὰ ἀγγέλοις· Ὑπάγετε καὶ [dx]ἐκχέετε τὰς ἑπτὰ φιάλας τοῦ θυμοῦ τοῦ θεοῦ εἰς τὴν γῆν.

Καὶ ἀπῆλθεν ὁ πρῶτος καὶ ἐξέχεεν τὴν φιάλην αὐτοῦ εἰς τὴν γῆν· καὶ ἐγένετο ἕλκος κακὸν καὶ πονηρὸν ἐπὶ τοὺς ἀνθρώπους τοὺς ἔχοντας τὸ χάραγμα τοῦ θηρίου καὶ τοὺς προσκυνοῦντας τῇ εἰκόνι αὐτοῦ.

Καὶ ὁ [dy]δεύτερος ἐξέχεεν τὴν φιάλην αὐτοῦ εἰς τὴν θάλασσαν· καὶ ἐγένετο αἷμα ὡς νεκροῦ, καὶ πᾶσα ψυχὴ [dz]ζωῆς ἀπέθανεν [ea]τὰ ἐν τῇ θαλάσσῃ.

Καὶ ὁ τρίτος ἐξέχεεν τὴν φιάλην αὐτοῦ εἰς τοὺς ποταμοὺς [eb]καὶ τὰς πηγὰς τῶν ὑδάτων· καὶ ἐγένετο αἷμα. καὶ ἤκουσα τοῦ ἀγγέλου τῶν ὑδάτων λέγοντος· Δίκαιος εἶ, ὁ ὢν καὶ ὁ ἦν, [ec]ὁ ὅσιος, ὅτι ταῦτα ἔκρινας, ὅτι αἷμα ἁγίων καὶ προφητῶν ἐξέχεαν, καὶ αἷμα αὐτοῖς [ed]δέδωκας πιεῖν· ἄξιοί εἰσιν. καὶ ἤκουσα τοῦ θυσιαστηρίου λέγοντος· Ναί, κύριε, ὁ θεός, ὁ παντοκράτωρ, ἀληθιναὶ καὶ δίκαιαι αἱ κρίσεις σου.

Καὶ ὁ [ee]τέταρτος ἐξέχεεν τὴν φιάλην αὐτοῦ ἐπὶ τὸν ἥλιον· καὶ ἐδόθη αὐτῷ καυματίσαι [ef]τοὺς ἀνθρώπους ἐν πυρί. καὶ ἐκαυματίσθησαν οἱ ἄνθρωποι καῦμα μέγα· καὶ [eg]ἐβλασφήμησαν τὸ ὄνομα τοῦ θεοῦ τοῦ ἔχοντος [eh]τὴν ἐξουσίαν ἐπὶ τὰς πληγὰς ταύτας, καὶ οὐ μετενόησαν δοῦναι αὐτῷ δόξαν.

10 Καὶ ὁ πέμπτος ἐξέχεεν τὴν φιάλην αὐτοῦ ἐπὶ τὸν θρόνον τοῦ θηρίου· καὶ ἐγένετο ἡ βασιλεία αὐτοῦ ἐσκοτωμένη, καὶ ἐμασῶντο τὰς γλώσσας αὐτῶν ἐκ τοῦ πόνου, 11 καὶ ἐβλασφήμησαν τὸν θεὸν τοῦ οὐρανοῦ ἐκ τῶν πόνων αὐτῶν καὶ ἐκ τῶν ἑλκῶν αὐτῶν, καὶ οὐ μετενόησαν ἐκ τῶν ἔργων αὐτῶν.

12 Καὶ ὁ ἕκτος ἐξέχεεν τὴν φιάλην αὐτοῦ ἐπὶ τὸν ποταμὸν τὸν μέγαν [ei]τὸν Εὐφράτην· καὶ ἐξηράνθη τὸ ὕδωρ αὐτοῦ, ἵνα ἑτοιμασθῇ ἡ ὁδὸς τῶν βασιλέων τῶν ἀπὸ ἀνατολῆς ἡλίου. 13 καὶ εἶδον ἐκ τοῦ στόματος τοῦ δράκοντος καὶ ἐκ τοῦ στόματος τοῦ θηρίου καὶ ἐκ τοῦ στόματος τοῦ ψευδοπροφήτου πνεύματα [ej]τρία ἀκάθαρτα ὡς βάτραχοι· 14 εἰσὶν γὰρ πνεύματα δαιμονίων ποιοῦντα σημεῖα, ἃ ἐκπορεύεται ἐπὶ τοὺς βασιλεῖς τῆς οἰκουμένης ὅλης, συναγαγεῖν αὐτοὺς εἰς τὸν πόλεμον τῆς [ek]ἡμέρας τῆς μεγάλης τοῦ θεοῦ τοῦ παντοκράτορος— 15 Ἰδοὺ ἔρχομαι ὡς κλέπτης. μακάριος ὁ γρηγορῶν καὶ τηρῶν τὰ ἱμάτια αὐτοῦ, ἵνα μὴ γυμνὸς περιπατῇ καὶ βλέπωσιν τὴν ἀσχημοσύνην αὐτοῦ— 16 καὶ συνήγαγεν αὐτοὺς εἰς τὸν τόπον τὸν καλούμενον Ἑβραϊστὶ Ἁρμαγεδών.

17 Καὶ ὁ ἕβδομος ἐξέχεεν τὴν φιάλην αὐτοῦ ἐπὶ τὸν ἀέρα— καὶ ἐξῆλθεν φωνὴ μεγάλη [el]ἐκ τοῦ [em]ναοῦ ἀπὸ τοῦ θρόνου λέγουσα· Γέγονεν— 18 καὶ ἐγένοντο ἀστραπαὶ καὶ [en]φωναὶ καὶ βρονταί, καὶ σεισμὸς [eo]ἐγένετο μέγας, οἷος οὐκ ἐγένετο ἀφ’ οὗ [ep]ἄνθρωποι ἐγένοντο ἐπὶ τῆς γῆς τηλικοῦτος σεισμὸς οὕτω μέγας, 19 καὶ ἐγένετο ἡ πόλις ἡ μεγάλη εἰς τρία μέρη, καὶ αἱ πόλεις τῶν ἐθνῶν ἔπεσαν· καὶ Βαβυλὼν ἡ μεγάλη ἐμνήσθη ἐνώπιον τοῦ θεοῦ δοῦναι αὐτῇ τὸ ποτήριον τοῦ οἴνου τοῦ θυμοῦ τῆς ὀργῆς αὐτοῦ· 20 καὶ πᾶσα νῆσος ἔφυγεν, καὶ ὄρη οὐχ εὑρέθησαν. 21 καὶ χάλαζα μεγάλη ὡς ταλαντιαία καταβαίνει ἐκ τοῦ οὐρανοῦ ἐπὶ τοὺς ἀνθρώπους· καὶ ἐβλασφήμησαν οἱ ἄνθρωποι τὸν θεὸν ἐκ τῆς πληγῆς τῆς χαλάζης, ὅτι μεγάλη ἐστὶν ἡ πληγὴ αὐτῆς σφόδρα.

17 Καὶ ἦλθεν εἷς ἐκ τῶν ἑπτὰ ἀγγέλων τῶν ἐχόντων τὰς ἑπτὰ φιάλας, καὶ ἐλάλησεν μετ’ ἐμοῦ λέγων· Δεῦρο, δείξω σοι τὸ κρίμα τῆς πόρνης τῆς μεγάλης τῆς καθημένης ἐπὶ [eq]ὑδάτων πολλῶν, μεθ’ ἧς ἐπόρνευσαν οἱ βασιλεῖς τῆς γῆς, καὶ ἐμεθύσθησαν οἱ κατοικοῦντες τὴν γῆν ἐκ τοῦ οἴνου τῆς πορνείας αὐτῆς. καὶ ἀπήνεγκέν με εἰς ἔρημον ἐν πνεύματι. καὶ εἶδον γυναῖκα καθημένην ἐπὶ θηρίον κόκκινον, [er]γέμοντα ὀνόματα βλασφημίας, [es]ἔχων κεφαλὰς ἑπτὰ καὶ κέρατα δέκα. καὶ ἡ γυνὴ ἦν περιβεβλημένη πορφυροῦν καὶ κόκκινον, [et]καὶ κεχρυσωμένη [eu]χρυσίῳ καὶ λίθῳ τιμίῳ καὶ μαργαρίταις, ἔχουσα ποτήριον χρυσοῦν ἐν τῇ χειρὶ αὐτῆς γέμον βδελυγμάτων καὶ τὰ ἀκάθαρτα τῆς πορνείας αὐτῆς, καὶ ἐπὶ τὸ μέτωπον αὐτῆς ὄνομα γεγραμμένον, μυστήριον, Βαβυλὼν ἡ μεγάλη, ἡ μήτηρ τῶν πορνῶν καὶ τῶν βδελυγμάτων τῆς γῆς. καὶ εἶδον τὴν γυναῖκα μεθύουσαν ἐκ τοῦ αἵματος τῶν ἁγίων [ev]καὶ ἐκ τοῦ αἵματος τῶν μαρτύρων Ἰησοῦ.

Καὶ ἐθαύμασα ἰδὼν αὐτὴν θαῦμα μέγα· καὶ εἶπέν μοι ὁ ἄγγελος· Διὰ τί ἐθαύμασας; ἐγὼ ἐρῶ σοι τὸ μυστήριον τῆς γυναικὸς καὶ τοῦ θηρίου τοῦ βαστάζοντος αὐτήν, τοῦ ἔχοντος τὰς ἑπτὰ κεφαλὰς καὶ τὰ δέκα κέρατα· τὸ θηρίον ὃ εἶδες ἦν καὶ οὐκ ἔστιν, καὶ μέλλει ἀναβαίνειν ἐκ τῆς ἀβύσσου, καὶ εἰς ἀπώλειαν [ew]ὑπάγει· καὶ [ex]θαυμασθήσονται οἱ κατοικοῦντες ἐπὶ τῆς γῆς, ὧν οὐ γέγραπται [ey]τὸ ὄνομα ἐπὶ τὸ βιβλίον τῆς ζωῆς ἀπὸ καταβολῆς κόσμου, βλεπόντων [ez]τὸ θηρίον ὅτι ἦν καὶ οὐκ ἔστιν καὶ παρέσται.

Ὧδε ὁ νοῦς ὁ ἔχων σοφίαν. αἱ ἑπτὰ κεφαλαὶ ἑπτὰ ὄρη εἰσίν, ὅπου ἡ γυνὴ κάθηται ἐπ’ αὐτῶν. καὶ βασιλεῖς [fa]ἑπτά εἰσιν· 10 οἱ πέντε ἔπεσαν, ὁ εἷς ἔστιν, ὁ ἄλλος οὔπω ἦλθεν, καὶ ὅταν ἔλθῃ ὀλίγον [fb]αὐτὸν δεῖ μεῖναι, 11 καὶ τὸ θηρίον ὃ ἦν καὶ οὐκ ἔστιν. καὶ [fc]αὐτὸς ὄγδοός ἐστιν καὶ ἐκ τῶν ἑπτά ἐστιν, καὶ εἰς ἀπώλειαν ὑπάγει. 12 καὶ τὰ δέκα κέρατα ἃ εἶδες δέκα βασιλεῖς εἰσιν, οἵτινες βασιλείαν οὔπω ἔλαβον, ἀλλὰ ἐξουσίαν ὡς βασιλεῖς μίαν ὥραν λαμβάνουσιν μετὰ τοῦ θηρίου. 13 οὗτοι μίαν [fd]γνώμην ἔχουσιν, καὶ τὴν δύναμιν [fe]καὶ ἐξουσίαν αὐτῶν τῷ θηρίῳ διδόασιν. 14 οὗτοι μετὰ τοῦ ἀρνίου πολεμήσουσιν, καὶ τὸ ἀρνίον νικήσει αὐτούς, ὅτι κύριος κυρίων ἐστὶν καὶ βασιλεὺς βασιλέων, καὶ οἱ μετ’ αὐτοῦ κλητοὶ καὶ ἐκλεκτοὶ καὶ πιστοί.

15 Καὶ λέγει μοι· Τὰ ὕδατα ἃ εἶδες, οὗ ἡ πόρνη κάθηται, λαοὶ καὶ ὄχλοι εἰσὶν καὶ ἔθνη καὶ γλῶσσαι. 16 καὶ τὰ δέκα κέρατα ἃ εἶδες καὶ τὸ θηρίον, οὗτοι μισήσουσι τὴν πόρνην, καὶ ἠρημωμένην ποιήσουσιν αὐτὴν καὶ [ff]γυμνήν, καὶ τὰς σάρκας αὐτῆς φάγονται, καὶ αὐτὴν κατακαύσουσιν ἐν πυρί· 17 ὁ γὰρ θεὸς ἔδωκεν εἰς τὰς καρδίας αὐτῶν ποιῆσαι τὴν γνώμην αὐτοῦ, καὶ ποιῆσαι [fg]μίαν γνώμην καὶ δοῦναι τὴν βασιλείαν αὐτῶν τῷ θηρίῳ, ἄχρι [fh]τελεσθήσονται οἱ λόγοι τοῦ θεοῦ. 18 καὶ ἡ γυνὴ ἣν εἶδες ἔστιν ἡ πόλις ἡ μεγάλη ἡ ἔχουσα βασιλείαν ἐπὶ τῶν βασιλέων τῆς γῆς.

18 Μετὰ ταῦτα εἶδον ἄλλον ἄγγελον καταβαίνοντα ἐκ τοῦ οὐρανοῦ, ἔχοντα ἐξουσίαν μεγάλην, καὶ ἡ γῆ ἐφωτίσθη ἐκ τῆς δόξης αὐτοῦ. καὶ ἔκραξεν [fi]ἐν ἰσχυρᾷ φωνῇ λέγων· Ἔπεσεν, [fj]ἔπεσεν Βαβυλὼν ἡ μεγάλη, καὶ ἐγένετο κατοικητήριον [fk]δαιμονίων καὶ φυλακὴ παντὸς πνεύματος ἀκαθάρτου καὶ φυλακὴ παντὸς ὀρνέου ἀκαθάρτου [fl]καὶ φυλακὴ παντὸς θηρίου ἀκαθάρτου καὶ μεμισημένου, ὅτι ἐκ τοῦ οἴνου τοῦ θυμοῦ τῆς πορνείας αὐτῆς [fm]πέπτωκαν πάντα τὰ ἔθνη, καὶ οἱ βασιλεῖς τῆς γῆς μετ’ αὐτῆς ἐπόρνευσαν, καὶ οἱ ἔμποροι τῆς γῆς ἐκ τῆς δυνάμεως τοῦ στρήνους αὐτῆς ἐπλούτησαν.

Καὶ ἤκουσα ἄλλην φωνὴν ἐκ τοῦ οὐρανοῦ λέγουσαν· [fn]Ἐξέλθατε, [fo]ὁ λαός μου, ἐξ αὐτῆς, ἵνα μὴ συγκοινωνήσητε ταῖς ἁμαρτίαις αὐτῆς, καὶ ἐκ τῶν πληγῶν αὐτῆς ἵνα μὴ λάβητε· ὅτι ἐκολλήθησαν αὐτῆς αἱ ἁμαρτίαι ἄχρι τοῦ οὐρανοῦ, καὶ ἐμνημόνευσεν ὁ θεὸς τὰ ἀδικήματα αὐτῆς. ἀπόδοτε αὐτῇ ὡς καὶ αὐτὴ ἀπέδωκεν, καὶ [fp]διπλώσατε [fq]τὰ διπλᾶ κατὰ τὰ ἔργα αὐτῆς· ἐν τῷ ποτηρίῳ ᾧ ἐκέρασεν κεράσατε αὐτῇ διπλοῦν· ὅσα ἐδόξασεν αὑτὴν καὶ ἐστρηνίασεν, τοσοῦτον δότε αὐτῇ βασανισμὸν καὶ πένθος. ὅτι ἐν τῇ καρδίᾳ αὐτῆς λέγει ὅτι Κάθημαι βασίλισσα, καὶ χήρα οὐκ εἰμί, καὶ πένθος οὐ μὴ ἴδω. διὰ τοῦτο ἐν μιᾷ ἡμέρᾳ ἥξουσιν αἱ πληγαὶ αὐτῆς, θάνατος καὶ πένθος καὶ λιμός, καὶ ἐν πυρὶ κατακαυθήσεται· ὅτι ἰσχυρὸς κύριος ὁ θεὸς ὁ κρίνας αὐτήν.

Καὶ κλαύσουσιν καὶ κόψονται ἐπ’ αὐτὴν οἱ βασιλεῖς τῆς γῆς οἱ μετ’ αὐτῆς πορνεύσαντες καὶ στρηνιάσαντες, ὅταν βλέπωσιν τὸν καπνὸν τῆς πυρώσεως αὐτῆς, 10 ἀπὸ μακρόθεν ἑστηκότες διὰ τὸν φόβον τοῦ βασανισμοῦ αὐτῆς λέγοντες· Οὐαὶ οὐαί, ἡ πόλις ἡ μεγάλη, Βαβυλὼν ἡ πόλις ἡ ἰσχυρά, ὅτι μιᾷ ὥρᾳ ἦλθεν ἡ κρίσις σου.

11 Καὶ οἱ ἔμποροι τῆς γῆς [fr]κλαίουσιν καὶ πενθοῦσιν ἐπ’ [fs]αὐτήν, ὅτι τὸν γόμον αὐτῶν οὐδεὶς ἀγοράζει οὐκέτι, 12 γόμον χρυσοῦ καὶ ἀργύρου καὶ λίθου τιμίου καὶ [ft]μαργαριτῶν καὶ βυσσίνου καὶ [fu]πορφύρας καὶ σιρικοῦ καὶ κοκκίνου, καὶ πᾶν ξύλον θύϊνον καὶ πᾶν σκεῦος ἐλεφάντινον καὶ πᾶν σκεῦος ἐκ ξύλου τιμιωτάτου καὶ χαλκοῦ καὶ σιδήρου καὶ μαρμάρου, 13 καὶ κιννάμωμον [fv]καὶ ἄμωμον καὶ θυμιάματα καὶ μύρον καὶ λίβανον καὶ οἶνον καὶ ἔλαιον καὶ σεμίδαλιν καὶ σῖτον καὶ [fw]κτήνη καὶ πρόβατα, καὶ ἵππων καὶ ῥεδῶν καὶ σωμάτων, καὶ ψυχὰς ἀνθρώπων. 14 καὶ ἡ ὀπώρα [fx]σου τῆς ἐπιθυμίας τῆς ψυχῆς ἀπῆλθεν ἀπὸ σοῦ, καὶ πάντα τὰ λιπαρὰ καὶ τὰ λαμπρὰ ἀπώλετο ἀπὸ σοῦ, καὶ [fy]οὐκέτι [fz]οὐ μὴ αὐτὰ εὑρήσουσιν. 15 οἱ ἔμποροι τούτων, οἱ πλουτήσαντες ἀπ’ αὐτῆς, ἀπὸ μακρόθεν στήσονται διὰ τὸν φόβον τοῦ βασανισμοῦ αὐτῆς κλαίοντες καὶ πενθοῦντες, 16 [ga]λέγοντες· Οὐαὶ οὐαί, ἡ πόλις ἡ μεγάλη, ἡ περιβεβλημένη βύσσινον καὶ πορφυροῦν καὶ κόκκινον καὶ [gb]κεχρυσωμένη χρυσίῳ καὶ λίθῳ τιμίῳ καὶ [gc]μαργαρίτῃ, 17 ὅτι μιᾷ ὥρᾳ ἠρημώθη ὁ τοσοῦτος πλοῦτος.

Καὶ πᾶς κυβερνήτης καὶ πᾶς ὁ ἐπὶ τόπον πλέων, καὶ ναῦται καὶ ὅσοι τὴν θάλασσαν ἐργάζονται, ἀπὸ μακρόθεν ἔστησαν 18 καὶ [gd]ἔκραξαν βλέποντες τὸν καπνὸν τῆς πυρώσεως αὐτῆς λέγοντες· Τίς ὁμοία τῇ πόλει τῇ μεγάλῃ; 19 καὶ ἔβαλον χοῦν ἐπὶ τὰς κεφαλὰς αὐτῶν καὶ [ge]ἔκραξαν κλαίοντες καὶ [gf]πενθοῦντες λέγοντες· Οὐαὶ οὐαί, ἡ πόλις ἡ μεγάλη, ἐν ᾗ ἐπλούτησαν πάντες οἱ ἔχοντες τὰ πλοῖα ἐν τῇ θαλάσσῃ ἐκ τῆς τιμιότητος αὐτῆς, ὅτι μιᾷ ὥρᾳ ἠρημώθη.

20 Εὐφραίνου ἐπ’ αὐτῇ, οὐρανέ, καὶ οἱ ἅγιοι καὶ οἱ ἀπόστολοι καὶ οἱ προφῆται, ὅτι ἔκρινεν ὁ θεὸς τὸ κρίμα ὑμῶν ἐξ αὐτῆς.

21 Καὶ ἦρεν εἷς ἄγγελος ἰσχυρὸς λίθον ὡς [gg]μύλινον μέγαν, καὶ ἔβαλεν εἰς τὴν θάλασσαν λέγων· Οὕτως ὁρμήματι βληθήσεται Βαβυλὼν ἡ μεγάλη πόλις, καὶ οὐ μὴ εὑρεθῇ ἔτι. 22 καὶ φωνὴ κιθαρῳδῶν καὶ μουσικῶν καὶ αὐλητῶν καὶ σαλπιστῶν οὐ μὴ ἀκουσθῇ ἐν σοὶ ἔτι, καὶ πᾶς τεχνίτης πάσης τέχνης οὐ μὴ εὑρεθῇ ἐν σοὶ ἔτι, καὶ φωνὴ μύλου οὐ μὴ ἀκουσθῇ ἐν σοὶ ἔτι, 23 καὶ φῶς λύχνου οὐ μὴ φάνῃ ἐν σοὶ ἔτι, καὶ φωνὴ νυμφίου καὶ νύμφης οὐ μὴ ἀκουσθῇ ἐν σοὶ ἔτι· ὅτι οἱ ἔμποροί σου ἦσαν οἱ μεγιστᾶνες τῆς γῆς, ὅτι ἐν τῇ φαρμακείᾳ σου ἐπλανήθησαν πάντα τὰ ἔθνη, 24 καὶ ἐν αὐτῇ [gh]αἷμα προφητῶν καὶ ἁγίων εὑρέθη καὶ πάντων τῶν ἐσφαγμένων ἐπὶ τῆς γῆς.

19 Μετὰ ταῦτα ἤκουσα ὡς φωνὴν μεγάλην ὄχλου πολλοῦ ἐν τῷ οὐρανῷ λεγόντων· Ἁλληλουϊά· ἡ σωτηρία καὶ ἡ [gi]δόξα καὶ ἡ δύναμις τοῦ θεοῦ ἡμῶν, ὅτι ἀληθιναὶ καὶ δίκαιαι αἱ κρίσεις αὐτοῦ· ὅτι ἔκρινεν τὴν πόρνην τὴν μεγάλην ἥτις [gj]ἔφθειρεν τὴν γῆν ἐν τῇ πορνείᾳ αὐτῆς, καὶ ἐξεδίκησεν τὸ αἷμα τῶν δούλων αὐτοῦ ἐκ χειρὸς αὐτῆς. καὶ δεύτερον [gk]εἴρηκαν· Ἁλληλουϊά· καὶ ὁ καπνὸς αὐτῆς ἀναβαίνει εἰς τοὺς αἰῶνας τῶν αἰώνων. καὶ ἔπεσαν οἱ πρεσβύτεροι οἱ εἴκοσι τέσσαρες καὶ τὰ τέσσαρα ζῷα, καὶ προσεκύνησαν τῷ θεῷ τῷ καθημένῳ ἐπὶ [gl]τῷ θρόνῳ λέγοντες· Ἀμήν, Ἁλληλουϊά.

Καὶ φωνὴ ἀπὸ τοῦ θρόνου ἐξῆλθεν λέγουσα· Αἰνεῖτε [gm]τῷ θεῷ ἡμῶν, πάντες οἱ δοῦλοι αὐτοῦ, [gn]καὶ οἱ φοβούμενοι αὐτόν, οἱ μικροὶ καὶ οἱ μεγάλοι. καὶ ἤκουσα ὡς φωνὴν ὄχλου πολλοῦ καὶ ὡς φωνὴν ὑδάτων πολλῶν καὶ ὡς φωνὴν βροντῶν ἰσχυρῶν, [go]λεγόντων· Ἁλληλουϊά, ὅτι ἐβασίλευσεν κύριος, ὁ [gp]θεός, ὁ παντοκράτωρ. χαίρωμεν καὶ [gq]ἀγαλλιῶμεν, καὶ [gr]δώσομεν τὴν δόξαν αὐτῷ, ὅτι ἦλθεν ὁ γάμος τοῦ ἀρνίου, καὶ ἡ γυνὴ αὐτοῦ ἡτοίμασεν ἑαυτήν, καὶ ἐδόθη αὐτῇ ἵνα περιβάληται βύσσινον [gs]λαμπρὸν καθαρόν, τὸ γὰρ βύσσινον τὰ δικαιώματα τῶν ἁγίων ἐστίν.

Καὶ λέγει μοι· Γράψον· Μακάριοι οἱ εἰς τὸ δεῖπνον τοῦ γάμου τοῦ ἀρνίου κεκλημένοι. καὶ λέγει μοι· Οὗτοι οἱ λόγοι ἀληθινοὶ τοῦ θεοῦ εἰσιν. 10 καὶ ἔπεσα ἔμπροσθεν τῶν ποδῶν αὐτοῦ προσκυνῆσαι αὐτῷ. καὶ λέγει μοι· Ὅρα μή· σύνδουλός σού εἰμι καὶ τῶν ἀδελφῶν σου τῶν ἐχόντων τὴν μαρτυρίαν Ἰησοῦ· τῷ θεῷ προσκύνησον· ἡ γὰρ [gt]μαρτυρία Ἰησοῦ ἐστιν τὸ πνεῦμα τῆς προφητείας.

11 Καὶ εἶδον τὸν οὐρανὸν ἠνεῳγμένον, καὶ ἰδοὺ ἵππος λευκός, καὶ ὁ καθήμενος ἐπ’ αὐτὸν [gu]πιστὸς καλούμενος καὶ ἀληθινός, καὶ ἐν δικαιοσύνῃ κρίνει καὶ πολεμεῖ. 12 οἱ δὲ ὀφθαλμοὶ [gv]αὐτοῦ φλὸξ πυρός, καὶ ἐπὶ τὴν κεφαλὴν αὐτοῦ διαδήματα πολλά, [gw]ἔχων ὄνομα γεγραμμένον ὃ οὐδεὶς οἶδεν εἰ μὴ αὐτός, 13 καὶ περιβεβλημένος ἱμάτιον [gx]βεβαμμένον αἵματι, καὶ [gy]κέκληται τὸ ὄνομα αὐτοῦ ὁ Λόγος τοῦ Θεοῦ. 14 καὶ τὰ στρατεύματα [gz]τὰ ἐν τῷ οὐρανῷ ἠκολούθει αὐτῷ ἐφ’ ἵπποις λευκοῖς, ἐνδεδυμένοι βύσσινον λευκὸν καθαρόν. 15 καὶ ἐκ τοῦ στόματος αὐτοῦ ἐκπορεύεται [ha]ῥομφαία ὀξεῖα, ἵνα ἐν αὐτῇ πατάξῃ τὰ ἔθνη, καὶ αὐτὸς ποιμανεῖ αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ· καὶ αὐτὸς πατεῖ τὴν ληνὸν τοῦ οἴνου τοῦ θυμοῦ τῆς ὀργῆς τοῦ θεοῦ τοῦ παντοκράτορος. 16 καὶ ἔχει ἐπὶ τὸ ἱμάτιον καὶ ἐπὶ τὸν μηρὸν αὐτοῦ ὄνομα γεγραμμένον· Βασιλεὺς βασιλέων καὶ κύριος κυρίων.

17 Καὶ εἶδον [hb]ἕνα ἄγγελον ἑστῶτα ἐν τῷ ἡλίῳ, καὶ [hc]ἔκραξεν φωνῇ μεγάλῃ λέγων πᾶσι τοῖς ὀρνέοις τοῖς πετομένοις ἐν μεσουρανήματι· Δεῦτε συνάχθητε εἰς τὸ δεῖπνον τὸ μέγα τοῦ θεοῦ, 18 ἵνα φάγητε σάρκας βασιλέων καὶ σάρκας χιλιάρχων καὶ σάρκας ἰσχυρῶν καὶ σάρκας ἵππων καὶ τῶν καθημένων ἐπ’ [hd]αὐτῶν, καὶ σάρκας πάντων ἐλευθέρων τε καὶ δούλων καὶ μικρῶν [he]καὶ μεγάλων. 19 καὶ εἶδον τὸ θηρίον καὶ τοὺς βασιλεῖς τῆς γῆς καὶ τὰ στρατεύματα αὐτῶν συνηγμένα ποιῆσαι [hf]τὸν πόλεμον μετὰ τοῦ καθημένου ἐπὶ τοῦ ἵππου καὶ μετὰ τοῦ στρατεύματος αὐτοῦ. 20 καὶ ἐπιάσθη τὸ θηρίον καὶ [hg]μετ’ αὐτοῦ ὁ ψευδοπροφήτης ὁ ποιήσας τὰ σημεῖα ἐνώπιον αὐτοῦ, ἐν οἷς ἐπλάνησεν τοὺς λαβόντας τὸ χάραγμα τοῦ θηρίου καὶ τοὺς προσκυνοῦντας τῇ εἰκόνι αὐτοῦ· ζῶντες ἐβλήθησαν οἱ δύο εἰς τὴν λίμνην τοῦ πυρὸς [hh]τῆς καιομένης ἐν θείῳ. 21 καὶ οἱ λοιποὶ ἀπεκτάνθησαν ἐν τῇ ῥομφαίᾳ τοῦ καθημένου ἐπὶ τοῦ ἵππου τῇ ἐξελθούσῃ ἐκ τοῦ στόματος αὐτοῦ, καὶ πάντα τὰ ὄρνεα ἐχορτάσθησαν ἐκ τῶν σαρκῶν αὐτῶν.

20 Καὶ εἶδον ἄγγελον καταβαίνοντα ἐκ τοῦ οὐρανοῦ, ἔχοντα τὴν κλεῖν τῆς ἀβύσσου καὶ ἅλυσιν μεγάλην ἐπὶ τὴν χεῖρα αὐτοῦ. καὶ ἐκράτησεν τὸν δράκοντα, [hi]ὁ ὄφις ὁ ἀρχαῖος, ὅς ἐστιν Διάβολος καὶ ὁ [hj]Σατανᾶς, καὶ ἔδησεν αὐτὸν χίλια ἔτη, καὶ ἔβαλεν αὐτὸν εἰς τὴν ἄβυσσον, καὶ ἔκλεισεν καὶ ἐσφράγισεν ἐπάνω αὐτοῦ, ἵνα μὴ [hk]πλανήσῃ ἔτι τὰ ἔθνη, ἄχρι τελεσθῇ τὰ χίλια ἔτη· [hl]μετὰ ταῦτα δεῖ [hm]λυθῆναι αὐτὸν μικρὸν χρόνον.

Καὶ εἶδον θρόνους, καὶ ἐκάθισαν ἐπ’ αὐτούς, καὶ κρίμα ἐδόθη αὐτοῖς, καὶ τὰς ψυχὰς τῶν πεπελεκισμένων διὰ τὴν μαρτυρίαν Ἰησοῦ καὶ διὰ τὸν λόγον τοῦ θεοῦ, καὶ οἵτινες οὐ προσεκύνησαν τὸ θηρίον οὐδὲ τὴν εἰκόνα αὐτοῦ καὶ οὐκ ἔλαβον τὸ χάραγμα ἐπὶ τὸ μέτωπον καὶ ἐπὶ τὴν χεῖρα αὐτῶν· καὶ ἔζησαν καὶ ἐβασίλευσαν μετὰ τοῦ χριστοῦ [hn]χίλια ἔτη. [ho]οἱ λοιποὶ τῶν νεκρῶν οὐκ ἔζησαν ἄχρι τελεσθῇ τὰ χίλια ἔτη. αὕτη ἡ ἀνάστασις ἡ πρώτη. μακάριος καὶ ἅγιος ὁ ἔχων μέρος ἐν τῇ ἀναστάσει τῇ πρώτῃ· ἐπὶ τούτων ὁ δεύτερος θάνατος οὐκ ἔχει ἐξουσίαν, ἀλλ’ ἔσονται ἱερεῖς τοῦ θεοῦ καὶ τοῦ χριστοῦ, καὶ βασιλεύσουσιν μετ’ αὐτοῦ [hp]χίλια ἔτη.

Καὶ ὅταν τελεσθῇ τὰ χίλια ἔτη, λυθήσεται ὁ Σατανᾶς ἐκ τῆς φυλακῆς αὐτοῦ, καὶ ἐξελεύσεται πλανῆσαι τὰ ἔθνη τὰ ἐν ταῖς τέσσαρσι γωνίαις τῆς γῆς, τὸν Γὼγ [hq]καὶ Μαγώγ, συναγαγεῖν αὐτοὺς εἰς τὸν πόλεμον, ὧν ὁ ἀριθμὸς [hr]αὐτῶν ὡς ἡ ἄμμος τῆς θαλάσσης. καὶ ἀνέβησαν ἐπὶ τὸ πλάτος τῆς γῆς, καὶ [hs]ἐκύκλευσαν τὴν παρεμβολὴν τῶν ἁγίων καὶ τὴν πόλιν τὴν ἠγαπημένην. καὶ κατέβη πῦρ [ht]ἐκ τοῦ οὐρανοῦ καὶ κατέφαγεν αὐτούς· 10 καὶ ὁ διάβολος ὁ πλανῶν αὐτοὺς ἐβλήθη εἰς τὴν λίμνην τοῦ πυρὸς καὶ θείου, ὅπου καὶ τὸ θηρίον καὶ ὁ ψευδοπροφήτης, καὶ βασανισθήσονται ἡμέρας καὶ νυκτὸς εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

11 Καὶ εἶδον θρόνον μέγαν λευκὸν καὶ τὸν καθήμενον [hu]ἐπ’ αὐτοῦ, οὗ ἀπὸ [hv]τοῦ προσώπου ἔφυγεν ἡ γῆ καὶ ὁ οὐρανός, καὶ τόπος οὐχ εὑρέθη αὐτοῖς. 12 καὶ εἶδον τοὺς νεκρούς, τοὺς μεγάλους καὶ τοὺς μικρούς, ἑστῶτας ἐνώπιον τοῦ θρόνου, καὶ βιβλία ἠνοίχθησαν· καὶ ἄλλο βιβλίον ἠνοίχθη, ὅ ἐστιν τῆς ζωῆς· καὶ ἐκρίθησαν οἱ νεκροὶ ἐκ τῶν γεγραμμένων ἐν τοῖς βιβλίοις κατὰ τὰ ἔργα αὐτῶν. 13 καὶ ἔδωκεν ἡ θάλασσα τοὺς νεκροὺς τοὺς ἐν αὐτῇ, καὶ ὁ θάνατος καὶ ὁ ᾅδης ἔδωκαν τοὺς νεκροὺς τοὺς ἐν αὐτοῖς, καὶ ἐκρίθησαν ἕκαστος κατὰ τὰ ἔργα αὐτῶν. 14 καὶ ὁ θάνατος καὶ ὁ ᾅδης ἐβλήθησαν εἰς τὴν λίμνην τοῦ πυρός. οὗτος ὁ [hw]θάνατος ὁ δεύτερός ἐστιν, ἡ λίμνη τοῦ πυρός. 15 καὶ εἴ τις οὐχ εὑρέθη ἐν [hx]τῇ βίβλῳ τῆς ζωῆς γεγραμμένος, ἐβλήθη εἰς τὴν λίμνην τοῦ πυρός.

21 Καὶ εἶδον οὐρανὸν καινὸν καὶ γῆν καινήν· ὁ γὰρ πρῶτος οὐρανὸς καὶ ἡ πρώτη γῆ ἀπῆλθαν, καὶ ἡ θάλασσα οὐκ ἔστιν ἔτι. καὶ τὴν πόλιν τὴν ἁγίαν Ἰερουσαλὴμ καινὴν εἶδον καταβαίνουσαν ἐκ τοῦ οὐρανοῦ ἀπὸ τοῦ θεοῦ, ἡτοιμασμένην ὡς νύμφην κεκοσμημένην τῷ ἀνδρὶ αὐτῆς. καὶ ἤκουσα φωνῆς μεγάλης ἐκ τοῦ [hy]θρόνου λεγούσης· Ἰδοὺ ἡ σκηνὴ τοῦ θεοῦ μετὰ τῶν ἀνθρώπων, καὶ σκηνώσει μετ’ αὐτῶν, καὶ αὐτοὶ [hz]λαοὶ αὐτοῦ ἔσονται, καὶ αὐτὸς ὁ θεὸς [ia]μετ’ αὐτῶν ἔσται, καὶ ἐξαλείψει πᾶν δάκρυον [ib]ἐκ τῶν ὀφθαλμῶν αὐτῶν, καὶ ὁ θάνατος οὐκ ἔσται ἔτι· οὔτε πένθος οὔτε κραυγὴ οὔτε πόνος οὐκ ἔσται [ic]ἔτι. τὰ πρῶτα ἀπῆλθαν.

Καὶ εἶπεν ὁ καθήμενος ἐπὶ τῷ θρόνῳ· Ἰδοὺ [id]καινὰ ποιῶ πάντα. καὶ [ie]λέγει· Γράψον, ὅτι οὗτοι οἱ λόγοι [if]πιστοὶ καὶ ἀληθινοί εἰσιν. καὶ εἶπέν μοι· [ig]Γέγοναν. ἐγὼ τὸ Ἄλφα καὶ τὸ Ὦ, ἡ ἀρχὴ καὶ τὸ τέλος. ἐγὼ τῷ διψῶντι δώσω ἐκ τῆς πηγῆς τοῦ ὕδατος τῆς ζωῆς δωρεάν. ὁ νικῶν κληρονομήσει ταῦτα, καὶ ἔσομαι αὐτῷ θεὸς καὶ αὐτὸς ἔσται μοι υἱός. τοῖς δὲ δειλοῖς καὶ [ih]ἀπίστοις καὶ ἐβδελυγμένοις καὶ φονεῦσι καὶ πόρνοις καὶ φαρμάκοις καὶ εἰδωλολάτραις καὶ πᾶσι τοῖς ψευδέσιν τὸ μέρος αὐτῶν ἐν τῇ λίμνῃ τῇ καιομένῃ πυρὶ καὶ θείῳ, ὅ ἐστιν ὁ θάνατος ὁ δεύτερος.

Καὶ ἦλθεν εἷς ἐκ τῶν ἑπτὰ ἀγγέλων τῶν ἐχόντων τὰς ἑπτὰ φιάλας, [ii]τῶν γεμόντων τῶν ἑπτὰ πληγῶν τῶν ἐσχάτων, καὶ ἐλάλησεν μετ’ ἐμοῦ λέγων· Δεῦρο, δείξω σοι τὴν [ij]νύμφην τὴν γυναῖκα τοῦ ἀρνίου. 10 καὶ ἀπήνεγκέν με ἐν πνεύματι ἐπὶ ὄρος μέγα καὶ ὑψηλόν, καὶ ἔδειξέν μοι τὴν [ik]πόλιν τὴν ἁγίαν Ἰερουσαλὴμ καταβαίνουσαν ἐκ τοῦ οὐρανοῦ ἀπὸ τοῦ θεοῦ, 11 ἔχουσαν τὴν δόξαν τοῦ θεοῦ· ὁ φωστὴρ αὐτῆς ὅμοιος λίθῳ τιμιωτάτῳ, ὡς λίθῳ ἰάσπιδι κρυσταλλίζοντι· 12 ἔχουσα τεῖχος μέγα καὶ ὑψηλόν, ἔχουσα πυλῶνας δώδεκα, καὶ ἐπὶ [il]τοῖς πυλῶσιν ἀγγέλους δώδεκα, καὶ ὀνόματα ἐπιγεγραμμένα ἅ [im]ἐστιν τῶν δώδεκα [in]φυλῶν υἱῶν Ἰσραήλ·

Footnotes

  1. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 9:13 τῶν WH Treg NIV ] + τεσσάρων RP NA
  2. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 9:14 λέγοντα WH Treg NIV ] λέγουσαν RP
  3. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 9:15 καὶ WH Treg NIV ] + εἰς τὴν RP
  4. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 9:16 ἱππικοῦ WH Treg NIV ] ἵππου RP
  5. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 9:16 δισμυριάδες WH NIV ] δύο μυριάδες Treg; μυριάδες RP
  6. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 9:18 ἐκ WH Treg NIV ] ἀπὸ RP
  7. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 9:19 ὄφεσιν WH Treg NIV ] ὄφεων RP
  8. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 9:20 οὐδὲ NIV ] οὐ WH RP; οὔτε Treg
  9. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 9:20 προσκυνήσουσιν WH Treg NIV ] προσκυνήσωσιν RP
  10. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 9:20 δύνανται WH Treg NIV ] δύναται RP
  11. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 9:21 φαρμάκων WH NIV ] φαρμακειῶν Treg RP
  12. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 10:1 ἄλλον WH Treg NIV ] – RP
  13. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 10:1 τὴν κεφαλὴν WH Treg ] τῆς κεφαλῆς NIV RP
  14. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 10:2 βιβλαρίδιον WH Treg NIV ] βιβλίον RP
  15. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 10:6 ὤμοσεν RP ] + ἐν WH Treg NIV
  16. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 10:7 ἑαυτοῦ δούλους WH Treg NIV ] δούλους αὐτοῦ RP
  17. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 10:8 λαλοῦσαν WH Treg NIV ] λαλοῦσα RP
  18. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 10:8 λέγουσαν WH Treg NIV ] λέγουσα RP
  19. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 10:8 βιβλίον WH Treg NIV ] βιβλιδάριον RP
  20. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 10:9 ἀπῆλθα WH NIV ] ἀπῆλθον Treg RP
  21. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 10:9 βιβλαρίδιον WH Treg NIV ] βιβλιδάριον RP
  22. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 10:10 βιβλαρίδιον WH Treg NIV ] βιβλίον RP
  23. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 10:11 καὶ WH Treg NIV ] + ἐπὶ RP
  24. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 11:1 Ἔγειρε WH Treg NIV ] Ἔγειραι RP
  25. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 11:2 ἔξωθεν WH Treg NIV ] ἔξω RP
  26. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 11:2 τεσσεράκοντα Treg ] + καὶ WH NIV RP
  27. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 11:3 περιβεβλημένοι NIV RP ] περιβεβλημένους WH Treg
  28. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 11:4 ἑστῶτες WH Treg NIV ] ἑστῶσαι RP
  29. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 11:5 θελήσῃ αὐτοὺς WH NIV ] αὐτοὺς θελήσῃ Treg; θέλει αὐτοὺς RP
  30. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 11:6 τὴν ἐξουσίαν κλεῖσαι τὸν οὐρανόν WH Treg NIV ] τὸν οὐρανόν ἐξουσίαν κλεῖσαι RP
  31. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 11:6 ἐν πάσῃ πληγῇ ὁσάκις ἐὰν θελήσωσιν WH Treg NIV ] ὁσάκις ἐὰν θελήσωσιν ἐν πάσῃ πληγῇ RP
  32. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 11:9 καὶ WH Treg NIV ] – RP
  33. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 11:9 ἀφίουσιν WH Treg NIV ] ἀφήσουσιν RP
  34. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 11:10 εὐφραίνονται WH Treg NIV ] εὐφρανθήσονται RP
  35. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 11:10 πέμψουσιν WH Treg NIV ] δώσουσιν RP
  36. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 11:11 ἐν αὐτοῖς WH Treg NIV ] εἰς αὐτούς RP
  37. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 11:11 ἐπέπεσεν WH Treg NIV ] ἔπεσεν RP
  38. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 11:12 ἤκουσαν WH Treg NIV ] ἤκουσα RP
  39. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 11:12 φωνῆς μεγάλης WH Treg NIV ] φωνὴν μεγάλην RP
  40. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 11:12 λεγούσης WH Treg NIV ] λέγουσαν RP
  41. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 11:12 Ἀνάβατε WH Treg NIV ] Ἀνάβητε RP
  42. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 11:13 ὥρᾳ WH Treg NIV ] ἡμέρᾳ RP
  43. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 11:14 ἰδοὺ ἡ οὐαὶ ἡ τρίτη WH Treg NIV ] ἡ οὐαὶ ἡ τρίτη ἰδοὺ RP
  44. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 11:15 λέγοντες WH NIV ] λέγουσαι Treg RP
  45. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 11:16 θεοῦ καθήμενοι WH NIV ] θεοῦ οἳ κάθηνται Treg; θρόνου τοῦ θεοῦ καθήμενοι RP
  46. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 11:18 τοὺς μικροὺς καὶ τοὺς μεγάλους WH Treg NIV ] τοῖς μικροῖς καὶ τοῖς μεγάλοις RP
  47. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 11:19 WH Treg NIV ] – RP
  48. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 11:19 αὐτοῦ WH Treg NIV ] τοῦ κυρίου RP
  49. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 11:19 καὶ σεισμὸς WH Treg NIV ] – RP
  50. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 12:2 καὶ κράζει WH NIV ] κράζει Treg; ἔκραζεν RP
  51. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 12:3 μέγας πυρρός WH NIV ] πυρρὸς μέγας Treg RP
  52. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 12:5 ἄρσεν WH Treg NIV ] ἄρρενα RP
  53. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 12:6 ἀπὸ WH Treg NIV ] ὑπὸ RP
  54. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 12:6 τρέφωσιν WH NIV ] τρέφουσιν Treg; ἐκτρέφωσιν RP
  55. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 12:7 τοῦ WH Treg NIV ] – RP
  56. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 12:8 ἴσχυσεν WH NIV RP ] ἴσχυσαν Treg
  57. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 12:8 αὐτῶν WH Treg NIV ] αὐτῷ RP
  58. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 12:9 WH Treg NIV ] – RP
  59. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 12:10 κατήγωρ WH NIV ] κατήγορος Treg RP
  60. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 12:10 αὐτοὺς WH NIV ] αὐτῶν Treg RP
  61. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 12:12 οἱ NIV ] – WH Treg RP
  62. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 12:12 τὴν γῆν καὶ τὴν θάλασσαν WH Treg NIV ] τῇ γῇ καὶ τῇ θαλάσσῃ RP
  63. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 12:14 αἱ WH Treg NIV ] – RP
  64. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 12:14 ὅπου τρέφεται WH Treg NIV ] ὅπως τρέφηται RP
  65. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 12:18 ἐστάθη WH Treg NIV ] ἐστάθην RP
  66. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 13:1 ὀνόματα WH Treg RP NA ] ὄνομα NIV
  67. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 13:3 ὡς WH Treg NIV ] ὡσεὶ RP
  68. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 13:3 ἐθαυμάσθη WH Treg NIV ] ἐθαύμασεν RP
  69. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 13:3 ὅλη ἡ γῆ WH NIV RP ] ἐν ὅλῃ τῇ γῇ Treg
  70. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 13:4 ὅτι ἔδωκεν WH Treg NIV ] τῷ δεδωκότι RP
  71. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 13:4 δύναται WH Treg NIV ] δύνατος RP
  72. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 13:5 βλασφημίας WH Treg NIV ] βλασφημίαν RP
  73. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 13:5 ἐξουσία WH Treg NIV ] + πόλεμον RP
  74. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 13:5 τεσσεράκοντα Treg RP] + καὶ WH NIV
  75. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 13:6 βλασφημίας WH Treg NIV ] βλασφημίαν RP
  76. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 13:8 αὐτὸν WH Treg NIV ] αὐτῷ RP
  77. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 13:8 οὗ WH Treg NIV] ὧν RP
  78. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 13:8 αὐτοῦ WH Treg NIV ] – RP
  79. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 13:10 εἰς αἰχμαλωσίαν, εἰς αἰχμαλωσίαν WH NIV ] εἰς αἰχμαλωσίαν Treg; ἔχει αἰχμαλωσίαν RP
  80. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 13:10 ἀποκτανθῆναι NIV ] ἀποκτενεῖ δεῖ WH Treg RP
  81. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 13:12 ποιεῖ WH Treg NIV ] ἐποίει RP
  82. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 13:12 προσκυνήσουσιν WH Treg NIV ] προσκυνήσωσιν RP
  83. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 13:13 ἵνα καὶ πῦρ ποιῇ WH Treg NIV] καὶ πῦρ ἵνα RP
  84. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 13:13 καταβαίνειν εἰς WH Treg NIV ] καταβαίνῃ ἐπὶ RP
  85. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 13:14 τοὺς WH Treg NIV ] + ἐμοὺς τοὺς RP
  86. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 13:14 ὃς ἔχει WH Treg NIV ] ὃ εἶχεν RP
  87. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 13:14 τῆς μαχαίρης καὶ ἔζησεν WH Treg NIV ] καὶ ἔζησεν ἀπὸ τῆς μαχαίρης RP
  88. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 13:15 αὐτῷ Treg NIV RP ] αὐτῇ WH
  89. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 13:15 δοῦναι πνεῦμα WH Treg NIV ] πνεῦμα δοῦναι RP
  90. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 13:15 ἵνα WH Treg NIV ] – RP
  91. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 13:16 δῶσιν WH Treg NIV ] δώσωσιν RP
  92. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 13:16 χάραγμα WH Treg NIV ] χαράγματα RP
  93. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 13:17 δύνηται WH Treg NIV ] δύναται RP
  94. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 13:18 αὐτοῦ WH NIV ] + ἐστὶν Treg RP
  95. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 13:18 ἑξακόσιοι ἑξήκοντα ἕξ WH NIV ] ἑξακόσια ἑξήκοντα ἕξ RP; χξϛʹ Treg
  96. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 14:1 ἑστὸς WH Treg NIV ] ἑστηκὸς RP
  97. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 14:1 αὐτοῦ WH Treg NIV ] + ἀριθμός RP
  98. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 14:3 ὡς WH Treg NA ] – NIV RP
  99. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 14:4 *οὗτοι WH Treg NIV ] + εἰσιν RP
  100. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 14:4 ὑπάγῃ NIV RP ] ὑπάγει WH Treg
  101. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 14:4 *οὗτοι WH Treg NIV ] + ὑπὸ Ἰησοῦ RP
  102. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 14:5 ἐν … αὐτῶν οὐχ εὑρέθη WH Treg NIV ] οὐχ εὑρέθη ἐν … αὐτῶν RP
  103. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 14:5 ἄμωμοί WH NIV ] + γάρ Treg RP
  104. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 14:6 ἄλλον WH Treg NIV ] – RP
  105. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 14:6 ἐπὶ WH Treg NIV ] – RP
  106. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 14:7 θεὸν WH Treg NIV ] κύριον RP
  107. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 14:7 τῷ ποιήσαντι WH Treg NIV ] αὐτὸν τὸν ποιήσαντα RP
  108. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 14:7 καὶ WH Treg NIV ] + τὴν RP
  109. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 14:8 δεύτερος ἄγγελος WH Treg RP ] ἄγγελος δεύτερος NIV
  110. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 14:8 ἔπεσεν WH Treg NIV ] – RP
  111. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 14:8 WH Treg NIV ] – RP
  112. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 14:10 ἀγγέλων ἁγίων WH Treg NIV ] τῶν ἁγίων ἀγγέλων RP
  113. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 14:13 ναί, λέγει WH Treg NIV ] λέγει Ναί RP
  114. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 14:13 ἀναπαήσονται WH Treg NIV ] ἀναπαύσωνται RP
  115. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 14:13 γὰρ WH Treg NIV ] δὲ RP
  116. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 14:14 υἱὸν WH NIV ] υἱῷ Treg RP
  117. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 14:16 τῆς νεφέλης WH Treg NIV ] τὴν νεφέλην RP
  118. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 14:18 ἄγγελος Holmes WHmarg ] + ἐξῆλθεν WH Treg NIV RP
  119. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 14:18 WH NIV ] – Treg RP
  120. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 14:18 φωνῇ WH Treg NIV ] κραυγῇ RP
  121. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 15:3 αἰώνων WH NIV ] ἐθνῶν Treg RP NA
  122. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 15:4 φοβηθῇ WH Treg NIV ] + σε RP
  123. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 15:4 δοξάσει WH Treg NIV ] δοξάσῃ RP
  124. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 15:4 ὅσιος WH Treg NIV ] ἅγιος RP
  125. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 15:6 ἐνδεδυμένοι WH Treg NIV ] οἳ ἦσαν ἐνδεδυμένοι RP
  126. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 15:6 λίνον NIV RP ] λίθον WH Treg
  127. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 16:1 μεγάλης φωνῆς WH NIV ] φωνῆς μεγάλης Treg RP
  128. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 16:1 ἐκχέετε WH NIV ] ἐκχέατε Treg RP
  129. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 16:3 δεύτερος WH Treg NIV ] + ἄγγελος RP
  130. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 16:3 ζωῆς WH Treg NIV ] ζῶσα RP
  131. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 16:3 τὰ WH Treg NIV ] – RP
  132. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 16:4 καὶ WH Treg NIV ] + εἰς RP
  133. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 16:5 WH NIV RP ] – Treg
  134. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 16:6 δέδωκας WH Treg NIV ] ἔδωκας RP
  135. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 16:8 τέταρτος WH Treg NIV ] + ἄγγελος RP
  136. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 16:8 τοὺς ἀνθρώπους ἐν πυρί WH Treg NIV ] ἐν πυρί τοὺς ἀνθρώπους RP
  137. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 16:9 ἐβλασφήμησαν WH Treg NIV ] + οἱ ἄνθρωποι RP
  138. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 16:9 τὴν WH Treg NIV ] – RP
  139. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 16:12 τὸν WH Treg NIV ] – RP
  140. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 16:13 τρία ἀκάθαρτα WH Treg NIV ] ἀκάθαρτα τρία RP
  141. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 16:14 ἡμέρας WH Treg NIV ] + ἐκείνης RP
  142. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 16:17 ἐκ WH Treg NIV ] ἀπὸ RP
  143. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 16:17 ναοῦ WH Treg NIV ] + τοῦ οὐρανοῦ RP
  144. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 16:18 φωναὶ καὶ βρονταί WH Treg NIV ] βρονταί καὶ φωναὶ RP
  145. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 16:18 ἐγένετο WH Treg NIV ] – RP
  146. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 16:18 ἄνθρωποι ἐγένοντο WH ] οἱ ἄνθρωποι ἐγένοντο RP; ἄνθρωπος ἐγένετο Treg NIV
  147. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 17:1 ὑδάτων WH Treg NIV ] τῶν ὑδάτων τῶν RP
  148. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 17:3 γέμοντα WH NIV ] γέμον τὰ Treg; γέμον RP
  149. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 17:3 ἔχων WH NIV ] ἔχον Treg RP
  150. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 17:4 καὶ WH Treg NIV ] – RP
  151. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 17:4 χρυσίῳ WH NIV RP ] χρυσῷ Treg
  152. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 17:6 καὶ WH Treg NIV ] – RP
  153. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 17:8 ὑπάγει WH NIV ] ὑπάγειν Treg RP
  154. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 17:8 θαυμασθήσονται WH NIV ] θαυμάσονται Treg RP
  155. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 17:8 τὸ ὄνομα WH Treg NIV ] τὰ ὀνόματα RP
  156. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 17:8 τὸ θηρίον ὅτι ἦν WH Treg NIV ] ὅτι ἦν τὸ θηρίον RP
  157. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 17:9 ἑπτά εἰσιν WH Treg NIV ] εἰσιν ἑπτὰ RP
  158. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 17:10 αὐτὸν δεῖ WH Treg NIV ] δεῖ αὐτὸν RP
  159. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 17:11 αὐτὸς WH NIV RP ] οὗτος Treg
  160. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 17:13 γνώμην ἔχουσιν WH Treg NIV ] ἔχουσιν γνώμην RP
  161. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 17:13 καὶ WH Treg NIV ] + τὴν RP
  162. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 17:16 γυμνήν WH Treg NIV ] + ποιήσουσιν αὐτήν RP
  163. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 17:17 μίαν γνώμην WH Treg NIV ] γνώμην μίαν RP
  164. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 17:17 τελεσθήσονται WH Treg NIV ] τελεσθῶσιν RP
  165. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 18:2 ἐν WH Treg NIV ] – RP
  166. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 18:2 ἔπεσεν WH NIV ] – Treg RP
  167. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 18:2 δαιμονίων WH Treg NIV ] δαιμόνων RP
  168. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 18:2 καὶ φυλακὴ παντὸς θηρίου ἀκαθάρτου Holmes NA ] – WH Treg NIV RP
  169. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 18:3 πέπτωκαν WH Treg RP ] πέπωκαν NIV
  170. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 18:4 Ἐξέλθατε WH Treg NIV ] Ἔξελθε RP
  171. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 18:4 ὁ λαός μου, ἐξ αὐτῆς WH NIV ] ἐξ αὐτῆς ὁ λαός μου Treg RP
  172. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 18:6 διπλώσατε WH Treg NIV ] + αὐτῇ RP
  173. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 18:6 τὰ WH Treg NIV ] – RP
  174. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 18:11 κλαίουσιν καὶ πενθοῦσιν WH Treg NIV ] κλαύσουσιν καὶ πενθήσουσιν RP
  175. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 18:11 αὐτήν WH Treg NIV ] αὐτῇ RP
  176. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 18:12 μαργαριτῶν WH Treg NIV ] μαργαρίτου RP
  177. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 18:12 πορφύρας WH Treg NIV ] πορφυροῦ RP
  178. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 18:13 καὶ ἄμωμον WH Treg NIV ] – RP
  179. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 18:13 κτήνη καὶ πρόβατα WH Treg NIV ] πρόβατα καὶ κτήνη RP
  180. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 18:14 σου τῆς … ψυχῆς WH Treg NIV ] τῆς … ψυχῆς σου RP
  181. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 18:14 οὐκέτι WH NIV RP ] – Treg
  182. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 18:14 οὐ μὴ αὐτὰ εὑρήσουσιν WH Treg NIV ] αὐτὰ οὐ μὴ εὕρῃς RP
  183. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 18:16 λέγοντες WH Treg NIV ] καὶ λέγοντες RP
  184. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 18:16 κεχρυσωμένη Treg RP ] + ἐν WH NIV
  185. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 18:16 μαργαρίτῃ WH Treg NIV ] μαργαρίταις RP
  186. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 18:18 ἔκραξαν WH ] ἔκραζον Treg NIV RP
  187. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 18:19 ἔκραξαν WH ] ἔκραζον Treg NIV RP
  188. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 18:19 πενθοῦντες WH Treg NIV ] + καὶ RP
  189. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 18:21 μύλινον WH NIV ] μύλον Treg RP
  190. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 18:24 αἷμα WH Treg NIV ] αἵματα RP
  191. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 19:1 δόξα καὶ ἡ δύναμις WH Treg NIV ] δύναμις καὶ ἡ δόξα RP
  192. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 19:2 ἔφθειρεν WH Treg NIV ] διέφθειρεν RP
  193. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 19:3 εἴρηκαν WH Treg NIV ] εἴρηκεν RP
  194. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 19:4 τῷ θρόνῳ WH Treg NIV ] τοῦ θρόνου RP
  195. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 19:5 τῷ θεῷ WH Treg NIV ] τὸν θεὸν RP
  196. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 19:5 καὶ Treg NIV RP ] – WH
  197. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 19:6 λεγόντων WH Treg NIV ] λέγοντες RP
  198. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 19:6 θεός Holmes WHmarg ] + ἡμῶν WH Treg NIV RP
  199. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 19:7 ἀγαλλιῶμεν WH Treg NIV ] ἀγαλλιώμεθα RP
  200. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 19:7 δώσομεν WH ] δώσωμεν NIV; δῶμεν Treg RP
  201. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 19:8 λαμπρὸν WH Treg NIV ] + καὶ RP
  202. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 19:10 μαρτυρία WH Treg NIV ] + τοῦ RP
  203. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 19:11 πιστὸς καλούμενος WH Treg ] καλούμενος πιστὸς NIV RP
  204. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 19:12 αὐτοῦ WH Treg RP ] + ὡς NIV
  205. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 19:12 ἔχων WH Treg NIV ] + ὀνόματα γεγραμμένα καὶ RP
  206. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 19:13 βεβαμμένον Treg NIV RP ] ῤεραντισμένον WH
  207. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 19:13 κέκληται WH Treg NIV ] καλεῖται RP
  208. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 19:14 τὰ WH NIV RP ] – Treg
  209. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 19:15 ῥομφαία WH Treg NIV ] + δίστομος RP
  210. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 19:17 ἕνα WH Treg NIV ] – RP
  211. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 19:17 ἔκραξεν Treg RP ] + ἐν WH NIV
  212. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 19:18 αὐτῶν NIV RP ] αὐτούς WH Treg
  213. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 19:18 καὶ WH Treg NIV ] τε καὶ RP
  214. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 19:19 τὸν WH Treg NIV ] – RP
  215. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 19:20 μετ᾽ αὐτοῦ ὁ WH Treg NIV ] ὁ μετ᾽ αὐτοῦ RP
  216. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 19:20 τῆς καιομένης WH Treg NIV ] τὴν καιομένην RP
  217. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 20:2 ὁ ὄφις ὁ ἀρχαῖος WH Treg NIV ] τὸν ὄφιν τὸν ἀρχαῖον RP
  218. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 20:2 Σατανᾶς WH Treg NIV ] + ὁ πλανῶν τὴν οἰκουμένην ὅλην RP
  219. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 20:3 πλανήσῃ WH Treg NIV ] πλανᾷ RP
  220. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 20:3 μετὰ WH Treg NIV ] καὶ μετὰ RP
  221. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 20:3 λυθῆναι αὐτὸν WH NIV ] αὐτὸν λυθῆναι Treg RP
  222. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 20:4 χίλια WH Treg NIV ] τὰ χίλια RP
  223. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 20:5 οἱ WH NIV ] Καί οἱ Treg RP
  224. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 20:6 χίλια RP ] τὰ χίλια WH Treg NIV
  225. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 20:8 καὶ WH NIV ] + τὸν Treg RP
  226. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 20:8 αὐτῶν WH Treg NIV ] – RP
  227. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 20:9 ἐκύκλευσαν WH NIV ] ἐκύκλωσαν Treg RP
  228. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 20:9 ἐκ τοῦ οὐρανοῦ WH NIV ] ἀπὸ τοῦ θεοῦ ἐκ τοῦ οὐρανοῦ Treg; ἐκ τοῦ οὐρανοῦ ἀπὸ τοῦ θεοῦ RP
  229. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 20:11 ἐπ’ αὐτοῦ WH ] ἐπ’ αὐτόν NIV RP; ἐπάνω αὐτοῦ Treg
  230. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 20:11 τοῦ WH Treg NIV ] – RP
  231. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 20:14 θάνατος ὁ δεύτερός WH NIV RP ] δεύτερός θάνατος Treg
  232. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 20:15 τῇ βίβλῳ WH Treg NIV ] τῷ βιβλίῳ RP
  233. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 21:3 θρόνου WH NIV ] οὐρανοῦ Treg RP
  234. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 21:3 λαοὶ WH Treg NIV ] λαὸς RP
  235. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 21:3 μετ’ αὐτῶν ἔσται WH Treg ] ἔσται μετ’ αὐτῶν RP; μετ’ αὐτῶν ἔσται αὐτῶν θεός NIV
  236. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 21:4 ἐκ WH Treg NIV ] ἀπὸ RP
  237. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 21:4 ἔτι. WH ] ἔτι, ὅτι Treg NIV RP
  238. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 21:5 καινὰ ποιῶ πάντα WH Treg NIV ] πάντα καινὰ ποιῶ RP
  239. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 21:5 λέγει WH NIV ] + μοι Treg RP
  240. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 21:5 πιστοὶ καὶ ἀληθινοί WH Treg NIV ] ἀληθινοὶ καὶ πιστοί RP
  241. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 21:6 Γέγοναν, ἐγὼ WH ] Γέγοναν ἐγώ εἰμι Treg NIV; Γέγονα RP
  242. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 21:8 ἀπίστοις WH Treg NIV ] + καὶ ἁμαρτωλοῖς RP
  243. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 21:9 τῶν γεμόντων WH Treg NIV ] γεμούσας RP
  244. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 21:9 νύμφην τὴν γυναῖκα WH Treg NIV ] γυναῖκα τὴν νύμφην RP
  245. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 21:10 πόλιν WH Treg NIV ] + τὴν μεγάλην RP
  246. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 21:12 τοῖς πυλῶσιν WH NIV RP ] τοὺς πυλῶνας Treg
  247. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 21:12 ἐστιν WH ] + τὰ ὀνόματα Treg NIV; + ὀνόματα RP
  248. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 21:12 φυλῶν WH Treg NIV ] + τῶν RP